Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Αὐτὸς ἐγὼ ὁ διδάσκαλος πάντων γενόμενος· ὁ μυρία κατορθώματα συναγαγών· ὁ μυρίους ἀναμένων στεφάνους· ὁ ποθήσας αὐτὸν οὕτως, ὡς πάντων αὐτοῦ προτιμῆσαι τὴν ἀγάπην· ὁ κἀς ἑκάστην ἡμέραν δι’ αὐτὸν ἀποθνήσκων. καὶ εὔχεται μὲν ἃ εἴπομεν. ἐπειδὴ δὲ οὐκ ἔμελλε γενέσθαι οὕτως, οὐδὲ ἔμελλεν ἀνάθεμα εἶναι, πειρᾶται λοιπὸν καὶ εἰς ἀπολογίαν ἐμβῆναι τῶν ἐγκλημάτων· καὶ τὰ θρυλλούμενα παρὰ πάντων εἰς μέσον ἀγαγὼν, ἀνάτρεψαι. πρὶν δὲ εἰς τὴν σαφῆ τούτων ἀπολογίαν ἐμβῆναι, τὸ σπέρματα αὐτῆς ἤδη προκαταβάλλεται· ὅταν γὰρ λέγῃ, “ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα, καὶ τὰ ἑξῆς, οὐδὲν ἄλλο φησὶν, ἣ ὅτι ὁ Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι· καὶ τοῦτο ἐδήλωσε δι’ ὧν ἔμπροσθεν ἐποίησε· καὶ δι’ ὧν ὁ Χριστὸς ἐξ ἐκείνων ἐγένετο· καὶ δι’ ὧν τοῖς πατράσιν ἐπηγγείλατο· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμο-

312
συνῆς ἀπεκρούσαντο τὴν εὐεργεσίαν· διὸ καὶ ἐκεῖνα τίθησιν ἅπερ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστὶν ἐνδεικτικὰ μόνον, οὐκ ἐκείνων ἐγκώμια· καὶ γὰρ ἡ υἱοθεσία τῆς αὐτοῦ γέγονε χάριτος, καὶ ἡ δόξα, καὶ αἱ ἐπαγγελίαι, καὶ ὁ νόμονς.

Κυρίλλου ἐκ τῶν εἰσ τὴν γένεσιν. ἰσραηλῖται δὲ ἐκλήθησαν θῆσαν ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἰακώβ· ὃς Ἰσραὴλ μετωνομάσθη, ἐκ τοιαύτης αἰτίας. ὑποστρέφων ἀπὸ τῆς Μεσοποταμίας ὁ Ἰακὼβ, προσήγγισε τῷ χειμάρρῳ ἰακώβ. δεῖ γὰρ τὴν ἱστορίαν εἰπεῖν, εἶτα καὶ τίνων σύμβολα παραστῆσαι. ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν Ἰακὼβ, καὶ ἔλαβεν αὐτούς. καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. ὑπελείφθη δὲ Ιακὼβ μόνος. καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωΐ. εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν. καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ. καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. καὶ εἰπεν αὐτῷ· ἀπόστειλόν με. ἀνέβη γὰρ ὁ ὄρθρος. καὶ εἶπεν οὗτος. οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπε δὲ αὐτῷ· τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ, εἶπεν, Ἰακώβ. λέγει αὐτῷ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραήλ. ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. ἔσῃ. τί τὸ ἐκ τούτων δηλούμενον; πῶς οὐκ ἄξιον ἰδεῖν, τὸν μὲν προσπαλαίοντα τῷ Ἰακὼβ, φαμὲν ἅγιον Ἄγγελον εἰς τύπον Χριστοῦ τὸ καθ’ ἡμᾶς διὰ τὸ ἀνθρώπινον; ὅτι δὲ μὴ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ διέβη τὸν χειμάρρουν, ἤτοι τὸν Ἰακὼβ, ὃς ἑρμηνεύεται πάλη, γέγονεν αὐτῷ ἡ δοκοῦσα μάχη.

Καὶ τίς ἃν νοοῖτο τούτων ὁ λόγος; πρὸς μὲν γὰρ τοὺς διαβαί- νοντας τὸν Ἰορδάνην, οὗ καὶ εἰς τύπον Ἰακὼβ, οὐ παλαίει Χριστὸς, οὐδὲ ἐν τάξει πολεμίων ἣ ἀντιπάλων ποιεῖται, τοὺς τὰ αὐτοῦ τιμῶντας μυστήρια. διασώζει δὲ, μᾶλλον καὶ τὸν κόσμον νενικηκότας, ὡς ἐν μάχῃ φημὶ τῇ νοητῇ, στεφανοῖ, καὶ ταῖς ἀνωτάτω καταφαιδρύνει τιμαῖς. πάλη δὲ ὄνομα τῷ ποταμῷ. “βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπά- “ζουσιν αὐτήν.” “καὶ στενὴ λίαν ἡ πύλη, καὶ τεθλιμμένη ἡ “ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες “αὐτήν.” ὅτι τοίνυν οἱ ἐξ Ἰακὼβ ἐσόμενοι κατὰ καιροὺς, οὔτε τὸν

313
Ιορδάνην ἔμελλον διαβήσασθαι. τουτέστι τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν. αὐτὸν τὲ λοιπὸν ἀντίπαλον ἕξειν τὸν Ἐμμανουὴλ, ὑπεδήλου τὸ γεγονός. ὅτι γὰρ οἱ μὴ τιμῶντες τὴν πίστιν, πάντη τὲ καὶ πάντως καταλογισθήσονται εἰς ἀνθεστηκότας, πλη- ροφορήσει λέγων αὐτὸς ὁ Σωτήρ, “ὁ μὴ ὣν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ “ ἐστιν·” ἀλλὰ μετ’ αὐτοῦ μὲν εἶεν ἃν οἱ πεπιστευκότες· ἀληθὲς δὲ καὶ τὸ ἔμπαλιν. πῶς οὖν ἐνδοιάσειέ τις; πλὴν ἐπάλαιε, φησὶ, μετὰ Ἰακὼβ, ἄνθρωπος ἕως πρωί. καὶ εἶπεν ὅτι οὐ δύναται πρὸς αὐτόν. ἀκούεις ὅπως ἐν νυκτὶ γέγονεν ἡ πάλη; ἠλέγχετο δὲ πίπτων καὶ νικώμενος. ὅτι τὰ ἀνέφικτα ἐζήτει, θεομαχεῖν ἡρημένος· περιέσεσθαι προσδοκῶν τοῦ πάντα ἰσχύοντος Χριστοῦ. τοῦτο οἶμαι ἐστὶν ὅπερ ἔφη καὶ ὁ θεσπέσιος ψαλμῳδὸς, “ διελο- “γίσαντο βουλὴν, καὶ οὐ μὴ δύνωνται στῆναι.” δῆλον δὲ ὅτι περὶ τῶν ἐξ Ἰσραήλ· ὅτι δεινὰ κατὰ τῆς ἑαυτῶν ἐσκέπτοντο κεφαλῆς· ἵνα μὴ λέγοιμι Χριστοῦ. ἐμαχέσαντο τοίνυν τῷ Χριστῷ ἐν σκότει γεγονότες. τουτέστι, τὸν θεῖον εἰς νοῦν οὐκ ἔχοντες λογισμόν. οὔτε μὴν τὴν διαυγάζουσαν ἡμέραν, οὔτε τὸν ἀνίσχοντα νοητῶς ἑωσφόρον ἐν ταῖς τῶν πιστῶν καρδίαις. διαμεμενήκασι γὰρ ἀπειθεῖς, καὶ ὡς ὁ προφήτης φησὶν “ ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο “αὐτοῖς σκότος. μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν.”

Αλλ᾿ ὅ γε μέγας Ἀπόστολος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ τὸν διὰ πνεύματος φωτισμὸν πεπλουτηκόσιν ἐπιστέλλει λέγων, “οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους, ἀλλ’ υἱοὶ φωτὸς καὶ ἡμέρας.” ὅτι δὲ ἀμείνους τῆς Ἰουδαίων ἀμαθίας γεγόνασι, καὶ τὸν ἐκείνοις πρέποντα παρήλασαν σκότον, ὑπεδήλου προστιθεὶς, “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν “τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. ὡς “ ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.” οὐκοῦν ἐν ἡμέρᾳ μὲν οἱ πιστεύσαντες. οἱ δὲ ἀπειθεῖς ὡς ἐν νυκτὶ καὶ σκότῳ μάχονται τῷ Χριστῷ. τοῦτο πεπράχασιν οἱ ἐξ ἰακώβ· πλὴν ἠσθενήκασι καὶ νενίκηνται, καὶ ὀρθοποδεῖν οὐκ ἔχουσιν. “ἥψατο γάρ,” φησι, “ὁ “παλαίων ἄνθρωπος μετὰ τοῦ Ἰακὼβ, τοῦ πλάτους τοῦ μηροῦ “ αὐτοῦ. καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ τοῦ Ἰακὼβ, ἐν τῷ “παλαίειν αὐτὸν μετ’ αὐτοῦ.” τί δὲ δὴ ἄρα κἀντεῦθεν εἰσόμεθα,

314
φέρε λέγωμεν u ὡς ἔνι. ὁ μηρὸς ὡς ἐπίπαν παρά γε τῇ θεοπνεύστῳ γραφῇ, τὰ εἰς τέκνων γονὴν ἀναγκαῖα τοῦ σώματος ὑπεμφαίνει μόρια. καὶ αὐτὴν δὲ λοιπὸν ὡς ἐκ τούτου τὴν γονήν. περὶ μηροὺς γὰρ ἅπασι τὰ παιδοποιὰ κεῖται μέλη. καὶ γοῦν καὶ ὁ μακάριος Αβραὰμ, ὅτε τὸν γνήσιον οἰκέτην, γυναῖκα τῷ Ἰσαὰκ ληψόμενον, εἰς τὴν τῶν ποταμῶν ἐξέπεμπε μέσην, ὀμνύειν ἐκέλευε λοιπὸν, οὕτω λέγων, “ θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου.” τουτέστιν, ὄμνυθι μετὰ Θεὸν, καὶ κατὰ τῶν ἐσομένων ἐξ ἐμοῦ, καὶ γονῆς τῆς δεσποτικῆς. ὁ μηρὸς οὖν ἄρα τοὺς ἐκ μηρῶν σημαίνει. ἐνάρκησε τοίνυν ὁ μηρὸς Ἰακώβ. ἐχώλαναν γὰρ οἱ ἐκ μηρῶν αὐτοῦ γεγονότες. τουτέστιν, οἱ ἐξ Ἰσραήλ. καὶ μάρτυς αὐτὸς ὁ Σωτῆρ’ οὕτω λέγω, διὰ φωνῆς τοῦ Δαβὶδ, “υἱοὶ ἀλλότριοι ἐψεύσαντό με. υἱοὶ ἀλλό- “ τριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτων,” ὅτι δὲ χωλότητα τὴν νοητὴν ὑπομενένηκεν ὁ Ἰσραὴλ, καὶ ὁ σοφὸς ἠπίστατο Παῦλος· γράφει γοῦν καὶ αὐτὸς, “ διὸ τὰς παρειμένας “ χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. καὶ “ ὀρθὰς ποιήσατε τοῖς ποσὶν ἡμῶν·” ἵνα μὴ τὸ χωλὸν ἰαθῇ δὲ μᾶλλον.

Ιασις δὲ τῆς τοιᾶσδε χωλότητος, οὐκ ἃν ἑτέρως γένοιτό ποτε, πλὴν ὅτι διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως καὶ ἀγάπης. οἱ δὲ τὴν πίστιν μὴ προσηκάμενοι, μεμενήκασιν ἐν χωλότητι καὶ ἐν ἐκτροπῇ τοῦ πάθους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. αἴνιγμα δὴ οὖν τῆς Ἰσραὴλ χωλότητος νοητῆς τὸ συμβεβηκὸς τῷ Ἰακὼβ περὶ τὸν μηρὸν πάθος, ἐν τῷ παλαίειν αὐτόν. πλὴν ὅτι ψευδοεπήσαιμεν ἃν οὔτι που διαβεβαιούμενοι τε καὶ λέγοντες, ὅτι τοῖς οὖσιν ἐν νυκτὶ καὶ σκοτίαν ἔχουσιν εἰς νοῦν, ἀντιφέρεται τρόπον τινὰ καὶ προσπαλαίει Χριστὸς, παραλύων εἰς χωλότητα τὴν πνευματικήν. ἀναμάθοι δ’ ἄν τις τοῦτο εὐκόλως καὶ διὰ τῶν ἐφεξῆς. ἔφη γὰρ τῷ Ἰακὼβ ὁ προσπαλαίων ἄνθρωπος “ “με. ἀνέβη γὰρ ὁ ὄρθρος.” συνίης ὅπως οὐκ ἀνέχεται προσπαλαίειν διαυγαζούσης ἡμέρας ; οὐ γὰρ μάχεται τοῖς ἐν φωτὶ γεγονόσιν οἷς ἃν εἴη πρέπον, εἰς τοῦτο λαμπρότητος διεληλακόσι, καὶ τὸ [*](u Cod. λέγω μέν.)

315
φάναι λοιπὸν, “ ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.” καὶ πρός γε δὴ τούτῳ τὸ “ πρῒ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωῒ παραστή- “ σομαί σοι, καὶ ἐπόψει με.” ἀνίσχοντος γὰρ ἡμῖν τοῦ φωτὸς τῆς δικαιοσύνης, τουτέστι Χριστοῦ, καὶ νοητὴν ἐν καρδίαις ἱέντος αὐγήν. τότε δὴ τότε καὶ μάλα λαμπροὶ παραστησόμεθα αὐτῷ διὰ τῆς εἰσάγαν ἐπιεικείας, καὶ τῆς ἄνωθεν ἐποπτείας, ἑαυτοὺς ἀποφανοῦμεν ἀξίους. “ ὀφθαλμοὶ γάρ,” φησι, “ Κυρίου ἐπὶ δι- “καίους.” ὄρθρου δὴ οὖν ἀνίσχοντος, τὴν πάλην καταλύει.

Θέα δὲ ὅπως οἰκονομικῶς καὶ εὐτεχνέστατα λίαν διδάσκει τὸν Ιακὼβ ἀποπηδᾶν ἐθέλοντος, μεταποιεῖσθαί τε καὶ λίαν ἐπιθυμεῖν ἐπιδοῦναι τι τῶν ἀναγκαίων εἰς σωτηρίαν αὐτῷ. ὁ γὰρ ὅλως νενικηκὼς καὶ ἀποστῆναι δυνάμενος, εἰ μὴ μεθεῖτο τυχὸν ὁ νενικημένος, ἐξουσίαν ὡσπερεὶ διδοὺς τοῦ, εἴπερ ἕλοιτο καὶ ἀπρὶξ ἔχεσθαι τυχὸν, “ ἀπόστειλόν με,” φησιν. τούτῳ προσεοικὸς τὸ πρὸς Μωσέα παρὰ Θεοῦ σοφῶς τε καὶ οἰκονομικῶς εἰρημένον. ἐβουλεύετο μὲν γὰρ εἰδωλολατροῦντα κατὰ τὴν ἔρημον, μεμοσχοποίηκε γὰρ, ἐξαιτῆσαι δίκας τὸν ἀπόπληκτον Ἰσραήλ. ἐφιεὶς δὲ ὥσπερ τῷ μακαρίῳ Μωϋσῇ, καὶ κατακωλύειν εἰ βούλοιτο τὴν ὀργὴν, καὶ τὰς ὑπὲρ τῶν ἡμαρτηκότων ποιεῖσθαι λιτὰς, “ ἔασόν με,” φησὶν, “ καὶ ἐξολοθρεύσω αὐτοὺς, καὶ ποιήσω σε εἰς “ἔθνος μέγα.” ἐπειδὴ δὲ συνῆκε Μώσης τῆς θείας ἡμερότητος τὴν οἰκονομίαν, ἐπὶ τὸ κωλύειν ἔρχεται, καὶ φησὶν, “εἰ μὲν ἀφῇς “αὐτοῖς τὴν ἁμαρτίαν, ἁφῆς. εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου ταύτης ἧς ἔγραψας.” οὐκοῦν κατὰ τοιόνδε τρόπον εἰρή- σεται πρὸς Ἰακὼβ τὸ, “ἀπόστειλόν με,” παρὰ τοῦ παλαίοντος μετ’ αὐτοῦ. ὁ δὲ, τάχα που συνεὶς, τίς ὁ παλαίων ἐστὶ, καὶ ἐν αἰσθήσει γενόμενος τοῦ παντὸς πράγματος, μεταποιεῖται λίαν, καὶ φησὶ, “οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς.” ηὐλόγηται δὲ, καὶ γέγονεν αὐτῷ τῆς εὐλογίας ὁ τρόπος, ἐξ ὀνόματος τοῦ πρώτου πρὸς ἕτερον μεταβιβασμένος. “οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἰακώβ. “ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.” τοῦ μὲν Ἰακὼβ σημαίνοντος τὸν πτερνίζοντα· τουτέστι, τὸν ἀδρανῆ καὶ νηφάλιον εἰς τὸ δύνασθαι κατορθοῦν ἃ δεῖ. τοῦ δὲ Ἰσραὴλ, εἰς νοῦν ὁρῶντα Θεὸν, ἑρμηνευομένου.

Τίς οὖν ὁ λόγος, φέρε δὴ λέγωμεν. βραχὺ τὴν ἀφήγησιν ἀνόπιν

316
ἀνασειράζοντες. παλαίσας ὁ Ἰακὼβ καὶ νενικημένος, καὶ παθὼν ἐν σκότῳ τὴν νάρκησιν τὴν ἐν τῷ μηρῷ δηλονότι, τὸ λοιπὸν ἀντέχεται τοῦ παλαίοντος ὡς εἰρηνικὸς, διαυγάζοντος ἤδη φωτὸς, καὶ ὄρθρου λοιπὸν γεγονότος. ἐξεβιάζετο δὲ ὥσπερ εἰς εὐλογίας αὐτόν. καὶ δὴ καὶ ηὐλόγηται. μετωνόμασται γὰρ Ἰσραήλ. ἀντεξάγων γὰρ ὥσπερ ὁ Ἰσραὴλ τῷ Ἐμμανουὴλ τὸ ἀπειθὲς καὶ δυσάγωγον, πλὴν ὡς ἐν ἀγνοίᾳ καὶ σκότῳ τῷ τῆς ἀμαθίας φημί· πεπώρωτο γάρ· ἐπέγνω μόλις ἀνίσχοντος καὶ αὐτῷ κατὰ νοῦν τοῦ θείου φωτός. ηὐλόγηται τε παρὰ Χριστοῦ· κἂν μὴ ἅπας τυχὸν, ἀλλ’ οὖν ἐν μοίρᾳ τινὶ τῶν πεπιστευκότων. “γέγονε γὰρ λεῖμμα κατ’ “ἐκλογὴν χάριτος τῷ Ἰσραὴλ,” κατὰ τὸ γεγραμμένον. καὶ πεπιστεύκασι τῶν Ἰουδαίων, οὐκ ὀλίγοι τὸν ἀριθμόν· καὶ πρόγε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταί. οἳ ποτὲ μὲν ἦσαν Ἰακώβ· τὸ ἀδρανὲς ἔχοντες ἐν νόμῳ, καὶ οἱονεὶ πτερνίζοντες, παριππεύοντες γοργῶς, καὶ ὅτι μάλιστα παραιτούμενοι τὸ προσκρούειν Θεῷ. ἄμεμπτοι γὰρ ἦσαν κατὰ τὴν δικαιοσύνην τὴν ἐν νόμῳ. γεγόνασι δὲ μετὰ τοῦτο καὶ Ἰσραήλ. τουτέστι, μετακεχωρήκασιν εἰς νοῦν ὁρῶντα λοιπὸν Θεόν. τὸ γὰρ Χριστὸν εἰδέναι, τίς δὴ ἄρα καὶ πόθεν καὶ ὅπως γέγονε καθ’ ἡμᾶς; ἣ ποῖος αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ πλοῦτος; τοῦτο εἶναι φημὶ τῆς ἀληθοῦς θεοπτίας εἰσδέξασθαι κατὰ νοῦν τὸ φῶς. οὐκοῦν κἂν εἴτις εἴη ἀληθῶς Ἰακὼβ, τουτέστιν εἰ πτερνίζειν δύναιτο, καὶ διαδιδράσκειν ἀστείως καὶ νεανικῶς, πᾶν ὅπερ ἐστι παραλύειν εἰδὸς, καὶ καλοῦν εἰς ἁμαρτίαν, προκόψει διὰ Χριστοῦ καὶ εἰς σύνεσιν ἁγιοπρεπῆ· κεκλήσεται δὲ καὶ Ἰσραήλ· τουτέστι, Θεὸν ὁρῶν· τότε δὴ τότε καὶ μετὰ ἀνθρώπων ἔσται δυνατὸς, ἐνισχύσας μετὰ Θεοῦ. οὐ γὰρ νοῦ τὸ ἄναλκι κατηρρωστηκότος, ἔργον ἃν γένοιτο τὸ εἰδέναι Θεὸν, καὶ τὴν ἐπ’ αὐτῷ γνῶσιν ἑλεῖν, εἰ καὶ ἐν ἐσόπτρῳ βλέπει καὶ αἰνίγματι. ἀλλὰ τοῦ πρὸς τοῦτο λοιπὸν εὐσεβείας ἐνηνεγμένου, ὡς δι’ οὐδενὸς μὲν ποιεῖσθαι λόγου τὰ σαρκικὰ καὶ ἐγκόσμια· γοργῷ δὲ ὥσπερ καὶ ἀκαθέκτῳ φρονήματι διατάττειν δύνασθαι πρὸς τὸ τῷ Θεῷ δοκοῦν. οὕτω τοίνυν Ἰσραὴλ μετονομασθέντος τοῦ ακὼβ, καὶ οἱ ἐξ αὐτοῦ Ἰσραηλῖται λέγονται.

Θεοδωρήτου. “Οἵ τινες,” φησὶν, “Ἰσραηλῖται εἰσίν.” ἦν γὰρ καὶ τοῦτο τὸ ὄνομα μέγα καὶ πολυθρύλλητον. ἐπιτεθὲν μὲν παρὰ τοῦ

317
Θεοῦ τῷ προπάτορι· καθάπερ δέ τις κλῆρος εἰς τοὺς ἐκγόνους παραπεμφθέν. “ ὧν ἡ υἱοθεσία·” “ υἱὸς γάρ,” φησιν, “πρωτό- “ τόκος μου Ἰσραήλ.” “ καὶ ἡ δόξα·” περιφανεῖς γὰρ ἀπὸ τῶν θαυμάτων ἐγένοντο. “καὶ αἱ διαθῆκαι.” οὐ γὰρ μόνον τὴν παλαιὰν, ἀλλὰ καὶ τὴν καινὴν αὐτοῖς ὑπέσχετο δώσειν. “θήσομαι “γὰρ,” φησὶν, “τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινήν· οὐ κατὰ τὴν “διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.” ἀλλὰ ταύτην αὐτοὶ λαβεῖν οὐκ ἠθέλησαν. “καὶ ἡ νομοθεσία.” αὐτοῖς γὰρ τὸν Μωσαϊκὸν ἐδεδώκει νόμον. “καἰ ἡ λατρεία.” τῶν γὰρ ἄλλων ἐθνῶν αὐτοὺς προτιμήσας, τὴν νομικὴν ἱερουργίαν ἐδίδαξε. “ καὶ αἱ “ἐπαγγελίαι.” αἵτε πρὸς τοὺς πατέρας παρὰ τοῦ Θεοῦ γεγενημέναι, καὶ αἱ διὰ τῶν προφητῶν προενηνεγμέναι. “ὧν οἱ πα- “τέρες” οἱ ἀοίδιμοί τε καὶ πολυθρύλλητοι. ὧν Θεὸς ἐχρημάτισεν ὁ Θεός. εἶτα τελευταῖον τέθεικε τὸ μεῖζον τῶν ἀγαθῶν. “καὶ ἐξ “ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.” καὶ ἤρκει μὲν ἡ τοῦ κατὰ σάρκα προσθήκη παραδηλῶσαι τοῦ Χριστοῦ τὴν θεότητα· ὁ δὲ, προστέθεικε τὸ, “ ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς “αἰῶνας. ἀμήν.” καὶ τῶν φύσεων δεικνὺς τὴν διαφορὰν καὶ τοῦ θρήνου διδάσκων τὸ εὔλογον· ὅτι ἐξ αὐτῶν μὲν κατὰ σάρκα ὁ ἐπὶ πάντων Θεός· αὐτοὶ δὲ τῆς συγγενείας ταύτης ἐξέπεσον.

Χρυσοστόμου. Ἅμα δὲ καὶ ὡς λογισάμενος ἅπερ εἰς αὐτοὺς ὁ Θεὸς ἐνεδείξατο, εἶπεν, “ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν.” τὴν ὑπὲρ πάντων εὐχαριστίαν ἀναφέρων αὐτὸς τῷ μονογενεῖ τοῦ Θεοῦ. εἰ γὰρ καὶ ἕτεροι βλασφημοῦσιν, ἀλλ’ ἡμεῖς οἱ τὰ ἀπόρρητα εἰδότες αὐτοῦ, ἴσμεν σαφῶς ὅτι τοῦ δοξάζεσθαι ἄξιος.

Βασιλείου ἐκ τῶν ἀντιρρητικῶν. “ Ὁ δὲ ἐπὶ πάντων “Θεὸς” ἐξ ἀνάγκης ὑπερέχων πάντων. ὁ Ἀπόστολος οὖν Θεὸν εἰπὼν τὸν Σωτῆρα, οὐχὶ καὶ τοῦ Πατρὸς εἰπε μείζονα. οὐ γὰρ πρὸς αὐτὸν ἀντιδιέστειλεν· ἀλλὰ πρὸς τοὺς λεγομένους μὲν ψευδῶς θεοὺς, μὴ ὄντας δέ.

Γρηγορίου Νύσσησ ἐκ τοῦ κατὰ εὐνομίου. βπ᾿ λόγοσ. Εἰ τοίνυν ἐπὶ πάντων Θεὸς ὁ Σωτῆρ’, οἱ ἀποξενοῦντες αὐτὸν τῆς οὐσίας τοῦ Πατρὸς, καὶ κτιστὸν λέγοντες, τι χλευαστικῶς αὐτῷ τὴν ψευδώνυμον κλῆσιν χαρίζονται, τῷ ἀλλοτρίῳ τῆς ἀληθινῆς θεότητος, τὴν Θεὸς φωνὴν μάτην ὥσπερ τοῖς εἰδώλοις. ὥστε ἣ μὴ

318
δὲ Θεὸν ὁμολογείτωσαν αὐτὸν, οἱ κτιστὸν εἶναι διοριζόμενοι, ἵνα φανῶσιν Ἰουδαίζοντες. ἢ εἴπερ ὁμολογοῦσι τὸν κτισθέντα εἶναι Θεὸν, εἰδωλολατρεῖν μὴ ἀρνείσθωσαν.

Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Καὶ εἰ μηδὲν τῶν γεγενημένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεός. ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱός. οὐκ ἄρα τῶν γενομένων ἐστίν. εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν· ἔστι δὲ ἐπὶ πάντων Θεός· καὶ

ὁ πατὴρ γενητὸς ἔσται κατ’ αὐτοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν.

Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα, ἀλλ’, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἀπαγγελίας λογίζεται εἰς σπέρμα. ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.

Χρυσοστόμου. Ἐμβαίνει λοιπὸν εἰς τὸν παρὰ τῶν πολλῶν ζητούμενον λόγον. καὶ γὰρ ἐζήτουν πολλοὶ, καθάπερ ἔφθην εἰπὼν, τινὸς ἕνεκεν οἱ μὲν δεξάμενοι τὴν ἐπαγγελίαν, ἐξέπεσον. οἱ δὲ μὴ ἀκούσαντες αὐτῆς πώποτε, πρὸ ἐκείνων ἐσώθησαν. ταύτην τοίνυν λύων τὴν ἀπορίαν, πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν εἰσάγει. ἵνα γὰρ μὴ λέγῃ τίς· τι οὖν σὺ μᾶλλον φροντίζεις τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ τῆς παρὰ σοῦ δεῖται βοηθείας, ἵνα μὴ ἐκπέσῃ ὁ λόγος αὐτοῦ ; κἂν μὴ σὺ γένῃ ἀνάθεμα, ἐκπίπτει αὐτοῦ ὁ λόγος; πρὸς ταῦτα πάντα ἱστάμενος φησίν. ταῦτα δὲ πάντα εἶπον, ἵνα δείξω τὸ περὶ Χριστὸν φίλτρον· καὶ γὰρ καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, οὐκ ἀποροῦμεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶν, καὶ τοῦ δεῖξαι ὅτι ἕστηκεν ἡ ἐπαγγελία ἣν εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ· “σοὶ δώσω καὶ τῷ σπέρματι σου·” καὶ “ὅτι ἐν τῷ σπέρματί σου ἐνευλογήσονται πάντα τὰ ἔθνη.” ἴδωμεν οὖν ποῖον ἐστὶ τὸ σπέρμα φησίν. οὐ γὰρ πάντες οἱ ἐξ αὐτοῦ, σπέρμα αὐτοῦ εἰσίν. ἃν τοίνυν μάθῃς ποῖον ἐστὶ τοῦ Ἁβραὰμ σπέρμα, ὄψει δοθεῖσαν τὴν ὑπόσχεσιν τῷ σπέρματι αὐτοῦ, καὶ γνώσῃ ὅτι οὐκ ἐξέπεσεν ὁ λόγος. ποῖον οὖν ἐστιν, εἰπὲ, τὸ σπέρμα;

319
αὐτὴ ἡ ἐπαγγελία ἑαυτὴν ἑρμηνεύει, οὕτω λέγουσα. “ ἐν Ἰσαὰκ “κληθήσεταί σοι σπέρμα·” τί ἐστιν “ἐν Ἰσαάκ;” τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα. καὶ ὅρα Παύλου σύνεσιν καὶ μεγαλόνοιαν. ἑρμηνεύων γὰρ οὐκ εἶπεν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἁβραάμ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα τέκνα τοῦ Θεοῦ. τῷ παρόντι τὰ παλαιὰ συνάπτων, καὶ δεικνὺς ὅτι οὐδὲ Ἰσαὰκ ἁπλῶς τοῦ Ἁβραὰμ τέκνον ἢν.

Ὃ δὲ λέγει, τοῦτό ἐστιν. ὅσοι κατὰ τὸν Ἰσαὰκ ἐγεννήθησαν· οὗτοι τέκνα τοῦ Θεοῦ εἰσὶ, καὶ σπέρμα τοῦ Ἁβραάμ. διὰ γὰρ τοῦτο εἶπεν, “ἐν Ἰσαὰκ κληθήσεται σοι σπέρμα.” ἵνα μάθῃς ὅτι οἱ τῷ τρόπῳ γεννώμενοι τῷ κατὰ τὸν Ἰσαὰκ, οὗτοι μάλιστά εἰσι τὸ σπέρμα τοῦ Ἁβραάμ. πῶς οὖν ὁ Ἰσαὰκ ἐγεννήθη; οὐ κατὰ νόμον φύσεως, οὐδὲ κατὰ δύναμιν σαρκός. ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας· “κατὰ τὸν καιρὸν τοῦτον,” φησὶν, “ἐλεύσομαι, καὶ ἔσται “τῇ Σάρρα υἱός.” αὕτη τοίνυν ἡ ἐπαγγελία, τὰ τέκνα τοῦ Θεοῦ διέπλασέ τε καὶ ἐγέννησε διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. τί γὰρ εἰ καὶ μήτρα ὑπέκειτο, καὶ νηδὺς γυναικός; οὐ γὰρ ἡ δύναμις τῆς νηδύος, ἀλλὰ τῆς ἐπαγγελίας ἡ ἰσχὺς, ἔτεκε τὸ παιδίον. οὕτω καὶ ἡμεῖς γεννώμεθα διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. ἐν γὰρ τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, ῥήματα εἰσὶ τὰ Θεοῦ γεννῶντα ἡμᾶς, καὶ διαπλάττοντα. εἰς γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος βαπτιζόμενοι, γεννώμεθα. αὕτη δὲ οὐχὶ φύσεως, ἀλλ’ ἐπαγγελίας Θεοῦ ἡ γέννησις. ὥσπερ γὰρ τὴν τοῦ Ἰσαὰκ προσαγορεύσας γέννησιν, τότε αὐτὴν ἐπλήρωσεν· οὕτω καὶ τὴν ἡμετέραν πρὸ πολλῶν προανεφώνησε χρόνων, διὰ τῶν προφητῶν ἁπάντων· καὶ μετὰ ταῦτα εἰς ἔργον ἐξήγαγεν. εἰ δὲ λέγοιεν οἱ Ιουδαῖοι, ὅτι τὸ “ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,” τοῦτο ἐστὶ, τὸ τοὺς ἐκ τοῦ Ἰσαὰκ γενομένους αὐτῷ λογίζεσθαι εἰς σπέρμα· ἔδει καὶ τοὺς Ἰδουμαίους καὶ πάντας ἐκείνους υἱοὺς αὐτοῦ χρηματίζειν. ὁ γὰρ πρόγονος αὐτῶν Ἡσαῦ, υἱὸς ἦν τοῦ Ἰσαάκ· νῦν δὲ οὐ μόνον οὐ χρηματίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἠλλοτριωμένοι. ὁρᾷς ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα

320
τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας; ἀλλὰ καὶ ἐν αὐτῇ τῇ φύσει ἡ διὰ τοῦ βαπτίσματος ἄνωθεν προυπογέγραπτο γέννησις. εἰ δὲ τὴν μήτραν μοι λέγεις, ἔχω κἀγὼ τὸ ὕδωρ εἰπεῖν. ἀλλ’ ὥσπερ ἐνταῦθα τὸ πᾶν τοῦ Πνεύματος, οὕτω κἀκεῖ τὸ πᾶν τῆς ἐπαγγελίας. τοῦ γὰρ ὕδατος ψυχροτέρα ἦν ἡ μήτρα διὰ τὴν στείρωσιν καὶ τὸ γήρας.

Θεοδωρήτου. Ἐγὼ μὲν φύσιν οὐκ ἠβουλόμην μόνον, ἀλλὰ καὶ ηὐχόμην ἀλλότριος εἶναι ἀπὸ Χριστοῦ. εἴπερ οἷόν τε ἦν διὰ τῆς ἐμῆς ἀλλοτριώσεως Ἰουδαίους τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. ἀλλ’ ὅμως καὶ τούτων ἀντιλεγόντων, καὶ τὴν σωτηρίαν οὐ βουλομένων καρπώσασθαι, ἔχουσι τἀληθὲς αἱ πρὸς τοὺς πατέρας ἐπαγγελίαι· πῶς ἔχουσιν; “οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι “σραήλ.” οὐ γὰρ τῆς φύσεως ὁ Θεὸς, ἀλλὰ τῆς ἀρετῆς ἐπιζητεῖ τὴν συγγένειαν. εἶτα διδάσκει τοῦτο σαφέστερον. οὐδὲ ὅτι εἰσὶ σπέρμα τοῦ Ἁβραὰμ, πάντες τέκνα. τουτέστι Θεοῦ. τοῦτο γὰρ μετὰ βραχέα διδάσκει. “ἀλλ’ ἐν Ἰσαὰκ κληθήσεται σοι σπέρ- “μα.” καὶ τεθεικὼς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἀναπτύσσει ταύτην, καὶ τῇ ἑρμηνείᾳ σαφῆ τὸν λόγον ποιεῖ. καλεῖ δὲ σαρκὸς μὲν τέκνα, τὰ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν γεγεννημένα. ἐπαγγελίας δὲ, τὰ κατὰ χάριν παρεσχημένα. τῆς γὰρ φύσεως ἀπειρηκυίας, κατὰ θείαν φιλοτιμίαν ἀπεφάνθη πατήρ. λέγει δὲ τοῦτο, ὅτι καὶ Ἰσμαὴλ τοῦ Ἁβραὰμ ἦν υἱὸς, καὶ πρωτότοκος υἱός. διὰ τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ὡς μόνος σπέρμα τοῦ Ἁβραὰμ προσαγορευόμενος; εἰ δὲ νομίζεις ἐκεῖνον ὡς ἡμίδουλον ἐκβεβλῆσθαι τῆς συγγενείας, οὐκ εἰκότως νομίζεις. ἐκ πατέρων γὰρ, ἀλλ’ οὐκ ἐκ μητέρων ἔθος γενεαλογεῖν τῇ θείᾳ γραφῇ. καὶ ἐδύνατο μὲν ὁ θεῖος Απόστολος παραγαγεῖν καὶ τοὺς ἐκ τῆς Χετούρας γεγενημένους, σπέρμα δὲ τοῦ Ἁβραὰμ οὐ καλουμένους. ῥᾴδιον ἦν αὐτῷ καὶ τοὺς δυοκαίδεκα παῖδας τοῦ Ἰακὼβ, ἐκ διαφόρων δεῖξαι μητέρων γεγεννημένους. μένους. καὶ τοὺς τέτταρας ἡμιδούλους, καὶ ὅλους Ἰσραὴλ χρηματίζοντας· καὶ οὐδὲν ἐκ τῆς τῶν μητέρων παραβλαβέντας δουλείας. ἀλλὰ μετὰ φειδοῦς τοὺς ἐλέγχους προσφέρων, τοῦτο μὲν παραλέλοιπεν. ἐκ πολλοῦ δὲ τοῦ περιόντος ἐνίκησε. τεθεικὼς γὰρ τὸ ὑπὸ τοῦ Θεοῦ πρὸς τὸν Ἁβραὰμ εἰρημένον, “ ὅτι ἐν Ἰσαὰκ

321
“κληθήσεταί σοι σπέρμα,” δείκνυσιν ὅτι οὐδὲ τὸ τούτου γένος ἅπαν τῆσδε τῆς εὐλογίας μετειληφὸς εὑρίσκεται. τῶν γὰρ τούτου παίδων ὁ μὲν, τὴν εὐλογίαν εἴληφεν· ὁ δὲ, ταύτης διήμαρτεν. ὃ παρακατιὼν δηλοῖ.

Θεοδώρου Μονάκου. Ἐπειδὴ τοίνυν τὰ τοῖς Ἰσραηλίταις ἐπηγγελμένα ἐνέφηνεν, ὅτι εἰς τὰ ἔθνη μετετέθη, ὅπερ ἦν κατηγόρημα τοῦ Θεοῦ, ὡς διαψευσαμένου τὰς ἐπαγγελίας, καὶ μηδὲν δεδωκότος τῷ σπέρματι τοῦ Ἁβραὰμ, δείκνυσιν ὅτι οὐ τοὺς κατὰ σάρκα Ἰσραηλίτας ἐδήλου ἡ γραφὴ, ἀλλὰ τοὺς διὰ τῆς εὐσεβείας δεικνύντας, ὅτι ἄξιοι εἰσὶν Ἰσραηλῖται προσαγορεύεσθαι, καὶ τέκνα τοῦ Ἀβρααμ κἂν μὴ ὦσι σπέρμα αὐτοῦ. τῶν γὰρ τοιούτων πατέρα αὐτὸν ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. εἰπὼν δὲ οὐ “πάντες οἱ ἐξ Ἰσραὴλ,” ἔδειξεν ὅτι γεγόνασι πιστοὶ καὶ ἐν τῷ Ισραήλ· εἰ καὶ ὀλίγοι. διὰ γὰρ τοῦτο μετέστησεν ὁ Θεὸς τὴν χάριν ἐπὶ τὰ ἔθνη, ἐπεὶ οἱ πλείους τοῦ Ἰσραὴλ ἐξέκλιναν. εἰπὼν δὲ “ἐν Ἰσαὰκ, δηλοῖ ἐν τρόπῳ τοῦ Τσαάκ. τουτέστιν, ἐξ ἐπαγγελίας ὥσπερ ὁ Ἰσαάκ. οὐ γὰρ οἱ ἐκ σαρκὸς Ἁβραὰμ, οὗτοι πάντως τέκνα Θεοῦ, ἀλλ’ ἐκεῖνοι εἰσὶ τέκνα Ἁβραὰμ, οἱ δίκαιοι. οὗτοι γάρ εἰσιν οἱ ἐξ ἐπαγγελίας, οὓς κατὰ πρόγνωσιν ἐπηγγείλατο ὁ Θεὸς υἱοὺς τοῦ Ἁβραάμ· οὓς καὶ προεγίνωσκεν ἀξίους ὄντας ἐπιγράφεσθαι πατέρα τὸν Ἁβραάμ. καὶ γὰρ ὁ ἐξ ἐπαγγελίας Ἰσαὰκ γεγονὼς τῷ Ἁβραὰμ, δίκαιος ὤφθη. ὃν εἰδὼς δίκαιον ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. ὁμοίως δὲ καὶ τοὺς ἐξ ἐθνῶν, προειδὼς τῶν ἐσομένων ἐθνῶν τὴν εὐσέβειαν.

Ο οὖν Ἰσαὰκ δι’ ἐπαγγελίας δίκαιος ἦν, καὶ τύπος δικαίων. διὸ καὶ τὸν πρωτότοκον αὐτοῦ τὸν Ἰσμαὴλ παρέδραμεν, ὡς μὴ δίκαιον. ἀσφαλῶς οὖν οὐκ εἶπε γενηθήσεταί σοι σπέρμα, ἀλλὰ “κληθήσεται.” οὐ γὰρ φυσικοὺς υἱοὺς ἐπηγγείλατο, ἀλλὰ κληθησομένους διὰ τὴν τῆς εὐσεβείας πρὸς αὐτὸν οἰκείωσιν. καὶ ἀκόλουθον μὲν ἦν εἰπεῖν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἁβραάμ· ἀλλ’ εἶπε “τοῦ Θεοῦ,” ἵνα δείξη ὅτι τὰ ἄξια τέκνα τοῦ Ἁβραὰμ, ἄξια ἦν καὶ Θεοῦ λέγεσθαι διὰ τὸ τῆς πολιτείας καθαρόν. οἱ μὴ ἄξιοι οὖν τοῦ Ἁβραὰμ, οὐδ’ ἂν ὦσιν ἐξ αὐτοῦ, λογισθήσονται εἰς τέκνα. ἀλλ’ οἱ τὴν πολιτείαν αὐτοῦ ζηλοῦντες, κἂν μὴ ὠσιν ἐξ αὐτοῦ. ἡ δὲ ὅλη κατασκευὴ τοῦ λόγου,

322
ὅτι κατὰ πρόγνωσιν ἡ ἐπαγγελία τοῦ Θεοῦ, ἥτις γίνεται κατὰ δικαιοκρισίαν· καὶ ὡς ἐπὶ τοῦ Ἰσαὰκ, οὕτω καὶ ἐπὶ τῶν ἐθνῶν.

Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. μήπω γὰρ γεννηθέντων, μὴ δὲ πραξάντων τί ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένη, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρήθη αὐτῇ, ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται, τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.