Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Φωτίου. Ἀλλὰ πῶς φησιν, ὃν οὐδὲν χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, οὗτος ὑπὲρ συγγενῶν ἐπιζητεῖ καὶ εὔχεται τούτου χωρισθῆναι; οὐκ ἔστιν ἐναντία ταῦτα, ἀλλὰ καὶ μᾶλλον συνᾴδει. ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, τὸν Θεὸν ἀγαπᾷ. “ἐν τούτῳ “γὰρ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστὲ, ἐὰν ἀγάπην “ἔχητε πρὸς ἀλλήλους.” ναί φησιν· ἀλλ’ ἐνταῦθα προκρίνει τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὴν τοῦ πλησίον. ἀλλὰ τὸ φιλεῖν ἐκείνους, τὸ οἰκειῶσαι τῷ Χριστῷ ἐστι. δείκνυσι γοῦν τὴν ὑπερβάλλουσαν ἀγάπην, ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτόν. οὕτω γὰρ ἃν νοοῖτο τὸ ῥητόν. εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς ἀπωλείας, δοξασθῆναι τὸν Χριστὸν, καὶ σωθῆναι τοὺς Ἰουδαίους, οὐδὲ τοῦτο ἃν παρῃτησάμην. ἄλλως τε οὐ δὲ λέγει ἀνάθεμα γενέσθαι. τουτέστιν, ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι· τοῦτο γὰρ ἀπευκτότατον· ἀλλὰ ἀνάθεμα εἰναι. τουτέστι, κεχωρισμένον ἔτι εἶναι, καὶ μήπω τῷ Χριστῷ προσελθεῖν, ἀλλ’ ἔτι κεχωρισμένον αὐτοῦ εἶναι· εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ πίστιν τὴν εἰς αὐτὸν συνετέλει. μὴ γὰρ ὅτι προσῆλθον τῷ Χριστῷ, διὰ τοῦτο καὶ ὑμᾶς με προκαλεῖσθαι νομίσητε, φησίν. καὶ πρὸ ἐμοῦ ὑμᾶς ἠβουλόμην προσδραμεῖν αὐτῷ.
Ἀλλὰ φέρε καὶ αὖθις ἄνωθεν τήν τε ἀκολουθίαν τῶν εἰρημένων καταμάθωμεν· καὶ αὐτὰ τὰ ῥήματα εἰς μέσον ἀγάγωμεν.
Θεοδωρήτου. Ἀπέδειξεν ὁ θεῖος Ἀπόστολος περὶ τὰς ἀρχὰς τῆς ἐπιστολῆς, ὡς ἀναγκαία καὶ τῶν ἀρρήτων πρόξενος ἀγαθῶν τοῖς πιστεύουσιν ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις. Ἰουδαίους τὲ γὰρ ἤλεγξεν, ἐκ τῆς τοῦ νόμου θέσεως μείζοσι κατηγορίαις ὑπευθύνους γεγενημένους, καὶ τοὺς ἄλλους ἅπαντας τῆς φύσεως παραβάντας ’τον νόμον. καὶ γυμνώσας τῆς τιμωρίας τὴν ἀπειλὴν, τῆς εὐαγγελικῆς χάριτος τὰ δῶρα παρέθηκε, καὶ τὴν ἐκ πίστεως σωτηρίαν ὑπέδειξεν. ἵνα μήτε Ἰουδαῖοι δυσχεραίνωσι κατηγορεῖσθαι τὸν νόμον ὑπειληφότες· μήτε μὴν οἱ περὶ τὴν παλαιὰν ἀπεχθῶς διακείμενοι αἱρετικοὶ, πρόφασιν εἰς τὴν κατὰ τοῦ νόμου συκο-
Χρυσοστόμου. Αὐτὸς ἐγὼ ὁ διδάσκαλος πάντων γενόμενος· ὁ μυρία κατορθώματα συναγαγών· ὁ μυρίους ἀναμένων στεφάνους· ὁ ποθήσας αὐτὸν οὕτως, ὡς πάντων αὐτοῦ προτιμῆσαι τὴν ἀγάπην· ὁ κἀς ἑκάστην ἡμέραν δι’ αὐτὸν ἀποθνήσκων. καὶ εὔχεται μὲν ἃ εἴπομεν. ἐπειδὴ δὲ οὐκ ἔμελλε γενέσθαι οὕτως, οὐδὲ ἔμελλεν ἀνάθεμα εἶναι, πειρᾶται λοιπὸν καὶ εἰς ἀπολογίαν ἐμβῆναι τῶν ἐγκλημάτων· καὶ τὰ θρυλλούμενα παρὰ πάντων εἰς μέσον ἀγαγὼν, ἀνάτρεψαι. πρὶν δὲ εἰς τὴν σαφῆ τούτων ἀπολογίαν ἐμβῆναι, τὸ σπέρματα αὐτῆς ἤδη προκαταβάλλεται· ὅταν γὰρ λέγῃ, “ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα, καὶ τὰ ἑξῆς, οὐδὲν ἄλλο φησὶν, ἣ ὅτι ὁ Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι· καὶ τοῦτο ἐδήλωσε δι’ ὧν ἔμπροσθεν ἐποίησε· καὶ δι’ ὧν ὁ Χριστὸς ἐξ ἐκείνων ἐγένετο· καὶ δι’ ὧν τοῖς πατράσιν ἐπηγγείλατο· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμο-
Κυρίλλου ἐκ τῶν εἰσ τὴν γένεσιν. ἰσραηλῖται δὲ ἐκλήθησαν θῆσαν ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἰακώβ· ὃς Ἰσραὴλ μετωνομάσθη, ἐκ τοιαύτης αἰτίας. ὑποστρέφων ἀπὸ τῆς Μεσοποταμίας ὁ Ἰακὼβ, προσήγγισε τῷ χειμάρρῳ ἰακώβ. δεῖ γὰρ τὴν ἱστορίαν εἰπεῖν, εἶτα καὶ τίνων σύμβολα παραστῆσαι. ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν Ἰακὼβ, καὶ ἔλαβεν αὐτούς. καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. ὑπελείφθη δὲ Ιακὼβ μόνος. καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωΐ. εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν. καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ. καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. καὶ εἰπεν αὐτῷ· ἀπόστειλόν με. ἀνέβη γὰρ ὁ ὄρθρος. καὶ εἶπεν οὗτος. οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπε δὲ αὐτῷ· τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ, εἶπεν, Ἰακώβ. λέγει αὐτῷ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραήλ. ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. ἔσῃ. τί τὸ ἐκ τούτων δηλούμενον; πῶς οὐκ ἄξιον ἰδεῖν, τὸν μὲν προσπαλαίοντα τῷ Ἰακὼβ, φαμὲν ἅγιον Ἄγγελον εἰς τύπον Χριστοῦ τὸ καθ’ ἡμᾶς διὰ τὸ ἀνθρώπινον; ὅτι δὲ μὴ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ διέβη τὸν χειμάρρουν, ἤτοι τὸν Ἰακὼβ, ὃς ἑρμηνεύεται πάλη, γέγονεν αὐτῷ ἡ δοκοῦσα μάχη.
Καὶ τίς ἃν νοοῖτο τούτων ὁ λόγος; πρὸς μὲν γὰρ τοὺς διαβαί- νοντας τὸν Ἰορδάνην, οὗ καὶ εἰς τύπον Ἰακὼβ, οὐ παλαίει Χριστὸς, οὐδὲ ἐν τάξει πολεμίων ἣ ἀντιπάλων ποιεῖται, τοὺς τὰ αὐτοῦ τιμῶντας μυστήρια. διασώζει δὲ, μᾶλλον καὶ τὸν κόσμον νενικηκότας, ὡς ἐν μάχῃ φημὶ τῇ νοητῇ, στεφανοῖ, καὶ ταῖς ἀνωτάτω καταφαιδρύνει τιμαῖς. πάλη δὲ ὄνομα τῷ ποταμῷ. “βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπά- “ζουσιν αὐτήν.” “καὶ στενὴ λίαν ἡ πύλη, καὶ τεθλιμμένη ἡ “ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες “αὐτήν.” ὅτι τοίνυν οἱ ἐξ Ἰακὼβ ἐσόμενοι κατὰ καιροὺς, οὔτε τὸν
Αλλ᾿ ὅ γε μέγας Ἀπόστολος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ τὸν διὰ πνεύματος φωτισμὸν πεπλουτηκόσιν ἐπιστέλλει λέγων, “οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους, ἀλλ’ υἱοὶ φωτὸς καὶ ἡμέρας.” ὅτι δὲ ἀμείνους τῆς Ἰουδαίων ἀμαθίας γεγόνασι, καὶ τὸν ἐκείνοις πρέποντα παρήλασαν σκότον, ὑπεδήλου προστιθεὶς, “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν “τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. ὡς “ ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.” οὐκοῦν ἐν ἡμέρᾳ μὲν οἱ πιστεύσαντες. οἱ δὲ ἀπειθεῖς ὡς ἐν νυκτὶ καὶ σκότῳ μάχονται τῷ Χριστῷ. τοῦτο πεπράχασιν οἱ ἐξ ἰακώβ· πλὴν ἠσθενήκασι καὶ νενίκηνται, καὶ ὀρθοποδεῖν οὐκ ἔχουσιν. “ἥψατο γάρ,” φησι, “ὁ “παλαίων ἄνθρωπος μετὰ τοῦ Ἰακὼβ, τοῦ πλάτους τοῦ μηροῦ “ αὐτοῦ. καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ τοῦ Ἰακὼβ, ἐν τῷ “παλαίειν αὐτὸν μετ’ αὐτοῦ.” τί δὲ δὴ ἄρα κἀντεῦθεν εἰσόμεθα,
Ιασις δὲ τῆς τοιᾶσδε χωλότητος, οὐκ ἃν ἑτέρως γένοιτό ποτε, πλὴν ὅτι διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως καὶ ἀγάπης. οἱ δὲ τὴν πίστιν μὴ προσηκάμενοι, μεμενήκασιν ἐν χωλότητι καὶ ἐν ἐκτροπῇ τοῦ πάθους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. αἴνιγμα δὴ οὖν τῆς Ἰσραὴλ χωλότητος νοητῆς τὸ συμβεβηκὸς τῷ Ἰακὼβ περὶ τὸν μηρὸν πάθος, ἐν τῷ παλαίειν αὐτόν. πλὴν ὅτι ψευδοεπήσαιμεν ἃν οὔτι που διαβεβαιούμενοι τε καὶ λέγοντες, ὅτι τοῖς οὖσιν ἐν νυκτὶ καὶ σκοτίαν ἔχουσιν εἰς νοῦν, ἀντιφέρεται τρόπον τινὰ καὶ προσπαλαίει Χριστὸς, παραλύων εἰς χωλότητα τὴν πνευματικήν. ἀναμάθοι δ’ ἄν τις τοῦτο εὐκόλως καὶ διὰ τῶν ἐφεξῆς. ἔφη γὰρ τῷ Ἰακὼβ ὁ προσπαλαίων ἄνθρωπος “ “με. ἀνέβη γὰρ ὁ ὄρθρος.” συνίης ὅπως οὐκ ἀνέχεται προσπαλαίειν διαυγαζούσης ἡμέρας ; οὐ γὰρ μάχεται τοῖς ἐν φωτὶ γεγονόσιν οἷς ἃν εἴη πρέπον, εἰς τοῦτο λαμπρότητος διεληλακόσι, καὶ τὸ [*](u Cod. λέγω μέν.)
Θέα δὲ ὅπως οἰκονομικῶς καὶ εὐτεχνέστατα λίαν διδάσκει τὸν Ιακὼβ ἀποπηδᾶν ἐθέλοντος, μεταποιεῖσθαί τε καὶ λίαν ἐπιθυμεῖν ἐπιδοῦναι τι τῶν ἀναγκαίων εἰς σωτηρίαν αὐτῷ. ὁ γὰρ ὅλως νενικηκὼς καὶ ἀποστῆναι δυνάμενος, εἰ μὴ μεθεῖτο τυχὸν ὁ νενικημένος, ἐξουσίαν ὡσπερεὶ διδοὺς τοῦ, εἴπερ ἕλοιτο καὶ ἀπρὶξ ἔχεσθαι τυχὸν, “ ἀπόστειλόν με,” φησιν. τούτῳ προσεοικὸς τὸ πρὸς Μωσέα παρὰ Θεοῦ σοφῶς τε καὶ οἰκονομικῶς εἰρημένον. ἐβουλεύετο μὲν γὰρ εἰδωλολατροῦντα κατὰ τὴν ἔρημον, μεμοσχοποίηκε γὰρ, ἐξαιτῆσαι δίκας τὸν ἀπόπληκτον Ἰσραήλ. ἐφιεὶς δὲ ὥσπερ τῷ μακαρίῳ Μωϋσῇ, καὶ κατακωλύειν εἰ βούλοιτο τὴν ὀργὴν, καὶ τὰς ὑπὲρ τῶν ἡμαρτηκότων ποιεῖσθαι λιτὰς, “ ἔασόν με,” φησὶν, “ καὶ ἐξολοθρεύσω αὐτοὺς, καὶ ποιήσω σε εἰς “ἔθνος μέγα.” ἐπειδὴ δὲ συνῆκε Μώσης τῆς θείας ἡμερότητος τὴν οἰκονομίαν, ἐπὶ τὸ κωλύειν ἔρχεται, καὶ φησὶν, “εἰ μὲν ἀφῇς “αὐτοῖς τὴν ἁμαρτίαν, ἁφῆς. εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου ταύτης ἧς ἔγραψας.” οὐκοῦν κατὰ τοιόνδε τρόπον εἰρή- σεται πρὸς Ἰακὼβ τὸ, “ἀπόστειλόν με,” παρὰ τοῦ παλαίοντος μετ’ αὐτοῦ. ὁ δὲ, τάχα που συνεὶς, τίς ὁ παλαίων ἐστὶ, καὶ ἐν αἰσθήσει γενόμενος τοῦ παντὸς πράγματος, μεταποιεῖται λίαν, καὶ φησὶ, “οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς.” ηὐλόγηται δὲ, καὶ γέγονεν αὐτῷ τῆς εὐλογίας ὁ τρόπος, ἐξ ὀνόματος τοῦ πρώτου πρὸς ἕτερον μεταβιβασμένος. “οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἰακώβ. “ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.” τοῦ μὲν Ἰακὼβ σημαίνοντος τὸν πτερνίζοντα· τουτέστι, τὸν ἀδρανῆ καὶ νηφάλιον εἰς τὸ δύνασθαι κατορθοῦν ἃ δεῖ. τοῦ δὲ Ἰσραὴλ, εἰς νοῦν ὁρῶντα Θεὸν, ἑρμηνευομένου.
Τίς οὖν ὁ λόγος, φέρε δὴ λέγωμεν. βραχὺ τὴν ἀφήγησιν ἀνόπιν
Θεοδωρήτου. “Οἵ τινες,” φησὶν, “Ἰσραηλῖται εἰσίν.” ἦν γὰρ καὶ τοῦτο τὸ ὄνομα μέγα καὶ πολυθρύλλητον. ἐπιτεθὲν μὲν παρὰ τοῦ
Μαξίμου. Ηὐχόμην, λέγων, παραδοθῆναι ἀπὸ Χριστοῦ τῷ δια-