Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδώρου Μονάχου. Ἢ ἐν δισταγμῷ, τὸ, “εἴπερ Πνεῦμα “ Θεοῦ οἰκεῖ ἐν ὑμῖν” εἴρηκε· διεγείρων αὐτοὺς εἰς τὸ ἐγρηγορέναι τὸν νοῦν, καὶ μὴ ὑπτιοῦσθαι αὐτοὺς ὡς κατωρθωκότας. τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι, ὡς ἤδη ἔχοντας Πνεῦμα Θεοῦ, ἐπιβλαβὲς ἦν, καὶ τὴν σπουδὴν διακόψαι δυνατόν.

[*](b i. marg. a m. rec. desunt hic ædam. c v supersriptum a m. r.)
227

Εἰ δέ τις Πνεῦμα Χροῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν

αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴν διὰ δικαιοσύνην.

Θεοδωρήτου. Ἐπειδὴ τὸ, “ εἴπερ” τέθεικεν· ἀμφιβολίας δὲ τοῦτο ἐστὶν, εἰκότως ἐπήγαγεν, ὡς ὁ ταύτης τῆς χάριτος ἄμοιρος, οὐδεμίαν ἔχει πρὸς τὸν Θεὸν κοινωνίαν. καὶ ἐπειδὴ ἱκανὸν ἦν τοῦτο τοὺς δεχομένους πλῆξαι, διὰ τῶν ἑξῆς θεραπεύει, “ εἰ δὲ Χριστὸς,” λέγων, “ ἐν ὑμῖν· τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίας.” τῇ γὰρ ἁμαρτίᾳ προσέταξε τὸ σῶμα γενέσθαι νεκρόν· ἀντὶ τοῦ, τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν. πνεῦμα δὲ, τὴν ψυχὴν προσηγόρευσεν, ἐν τῷ, “τὸ δὲ πνεῦμα ζωή·” ὡς πνευματικὴν ἤδη γεγενημένην. καὶ ταύτῃ μετιέναι τὴν δικαιοσύνην κελεύει· ἧς καρπὸς ἀξιέραστος ἡ ζωή.

Κυρίλλου. Εἴ τις οὖν ἐστιν ἐν πνεύματι, οὗτος ἔσται καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ζωῇ· μονονουχὶ τεθνεῶτος τοῦ τῆς ἁμαρτίας σώματος, καὶ πάσης ἀτόπου σβεσθείσης ἡδονῆς. ἀδύνατον γὰρ ἐν ταὐτῷ καὶ κἄ ἕνα καιρὸν δικαιοσύνην εἶναι καὶ ἀδικίαν, ἁγιασμὸν τὲ καὶ ἀκαθαρσίαν. πνεῦμα δὲ φαμὲν τὸ ἀνθρώπινον. ἐν δὲ τῷ, “τὸ πνεῦμα, ζωή·” τῇ τοῦ Ἁγίου Πνεύματος ζωοποιούμενον χάριτι, καὶ τῇ πρὸς αὐτὸ κοινωνίᾳ πλουτοῦν δικαιοσύνην. οὕτω γὰρ ἐσμὲν θείας φύσεως κοινωνοί. ἐνοικίζεται γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος ὁ Χριστός.

Γενναδίου. Ἢ καὶ οὕτως. ὥσπερ οἱ ἐξ Ἀδὰμ τοῦ Ἀδὰμ εἶναι λεγόμεθα, τῆς φύσεως αὐτῷ κοινωνήσαντες, οὕτως οἱ τῆς πρὸς Χριστὸν Ἰησοῦν ἀξιωθέντες ἑνώσεως, εἶναι λέγονται τοῦ Χριστοῦ, διὰ τῆς ἑνὸς Πνεύματος μετουσίας. εἰ τοίνυν γνωρίζεται Χριστὸς ἐν ὑμῖν, φησὶ, τῷ τοῦ Πνεύματος αὐτοῦ μετέχειν ὑμᾶς. ὃν τρόπον ἐστὶν ἀθανασίας ἀμέτοχον τὸ σῶμα διὰ τὴν ἁμαρτίαν, οὕτως αὖ θανάτου πόρρω διὰ τὴν δικαιοσύνην, τὸ πνεῦμα. πνεῦμα τὸ πνευματικὸν προσειπὼν σῶμα, ἐκ του μεθεκτοῦ τὸ μετέχον καλέσας. ὥσπερ ἐν τοῖς εὐαγγελίοις, “ τὸ γεγενημένον,” φησὶν, “ἐκ τοῦ Πνεύματος, πνεῦμα ἐστί.”

Χρυσοστόμου. Καὶ οὐκ εἶπεν, εἰ ὑμεῖς πνεῦμα Χριστοῦ οὐκ ἔχετε, ἀλλ’ ἐπ’ ἄλλων προήγαγε τὸ λυπηρόν. ἐπ’ αὐτῶν δὲ πάλιν

228
τίθησι τὸ χρηστὸν, ἐπαγαγὼν, “εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” καὶ τὸ μὲν λυπηρὸν, βραχὺ καὶ μέσον. τὸ δὲ ποθεινὸν ἑκατέρωθεν. καὶ διὰ πολλῶν, ὥστε ἐκεῖνο συσκιάσαι. τοῦτο δὲ ἔλεγεν οὐ τὸ Πνεῦμα Χριστὸν λέγων· ἄπαγε. ἀλλὰ δεικνὺς ὅτι ὁ τὸ Πνεῦμα ἔχων, οὐ μόνον τοῦ Χριστοῦ χρηματίζει, ἀλλὰ καὶ αὐτὸν ἔχει τὸν Χριστόν. οὐ γάρ ἐστι Πνεύματος παρόντος, μὴ καὶ τὸν Χριστὸν παρεῖναι. ὅπου γὰρ ἃν μία τῆς τριάδος ὑπόστασις παρῇ, πᾶσα πάρεστιν ἡ τριάς. ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται μετὰ ἀκριβείας ἁπάσης.

Ἀλλ᾿ ὁ μὲν θεῖος Ἰωάννης ὁ Χρυσολόγος πατὴρ, πρὸς τὰς διαφόρους ὑποστάσεις ἀπιδὼν, οὐ δεῖ, φησιν, Χριστὸν ἐνταῦθα τὸ πνεῦμα λέγειν. ἵνα μὴ συγχεθείη τὰ πρόσωπα. ὁ δέ γε μέγας Βασίλειος ἐν τῷ περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ, πρὸς τὴν τῆς ἐνεργείας τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος ἔκφανσιν ἀπιδὼν, Χριστὸν τὸ πνεῦμα ἐκάλεσεν, οὕτως εἰπών. Βασιλείου. Ἐπεὶ πᾶσα ἡ ἐνέργεια τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος φανεροῦται, Κύριος ὀνομάζεται τὸ Πνεῦμα, καὶ Χριστὸς, τῷ τοῦ Χριστοῦ. ὡς ἄρτι μὲν ἐλέγομεν, “ ὁ δὲ Κύριος, τὸ Πνεῦ- “ μὰ ἐστίν εἴρηται δὲ καὶ τὸ, ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, “ἀλλ’ ἐν πνεύματι. εἴπερ πνεῦμα Θεοῦ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα “Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.” εἶτα ἐπάγει ὁ Ἀπόστολος. “εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” ἀντὶ τοῦ εἰπεῖν, ὅπερ ἀκόλουθον ἦν, εἰ δὲ τὸ πνεῦμα ἐν ἡμῖν.