Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Χρυσοστόμου. Τί δεῖ, φησιν, τὰ παρόντα λέγειν, καὶ τὰ τῷ βίῳ τούτῳ συγκεκληρωμένα δεινά. κἂν γὰρ τὰ μέλλοντα εἴπῃ τὶς, καὶ πράγματα καὶ δυνάμεις· πράγματα μὲν, ὡς θάνατον καὶ ζωήν· δυνάμεις δὲ, ὡς Ἀγγέλους καὶ ἀρχαγγέλους· καὶ πᾶσαν τὴν ἄνω κτίσιν· καὶ ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην του Χριστοῦ. οὔτε γὰρ, εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα τὸν ἀθάνατον, ὥστε ἀποστῆναι τοῦ Χριστοῦ· οὔτε εἰ ζωὴν ἐπηγγέλλετο τὴν ἄπειρον, κατεδεξάμην ἄν. τι γὰρ δεῖ λέγειν βασιλεῖς τοὺς κάτω, καὶ ὑπάτους, καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα; κἂν Ἀγγέλους μοι εἴπῃς· κἂν πάσας τὰς ἄνω δυνάμεις· κἂν πάντα τὰ ὄντα· κἂν πάντα τὰ μέλλοντα· πάντα ἐμοὶ μικρά· καὶ τὰ ἐν τῇ γῇ· κα τὰ ἐν τοῖς οὐρανοῖς· καὶ τὰ ὕπο γῆν, καὶ ὕπερ οὐράνους, πρὸς τὸ φίλτρον ἐκεῖνο. εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον ὃν εἶχεν, ἕτερα τοσαῦτα πάλιν ὑποστησάμενος φησὶν, “ οὔτε κτίσις ἕτερα.” ὃ δὲ λέγει τοιοῦτόν ἐστι· καὶ εἰ ἄλλῃ τοσαύτῃ κτίσις ἦν, ὅση ἡ ὁρωμένη, ὅση ἡ νοητὴ, οὐδὲν ἄν με τῆς ἀγάπης ἐκείνης ἀπέστησε. ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς Ἀγγέλων τοῦτο ἐπιχειρούντων, ἢ τῶν ἄλλων δυνάμεων· μὴ γένοιτο· ἀλλὰ μεθ’ ὑπερβολῆς ἁπάσης τὸ φίλτρον, ὃ περὶ τὸν Χριστὸν εἶχεν, ἐπιδεῖξαι βουλόμενος. οὐ γὰρ τὸν Χριστὸν ἐφίλει διὰ τὰ Χριστοῦ· ἀλλὰ δι’ αὐτὸν, τὰ ἐκείνου· καὶ πρὸς αὐτὸν ἑώρα μόνον. καὶ ἓν ἐδεδοίκει, τὸ τῆς ἀγάπης ἐκπεσεῖν ἐκείνου. τοῦτο γὰρ αὐτῷ καὶ

291
γεέννης φοβερώτερον ἦν· ὥσπερ καὶ τὸ μένειν ἐν αὐτῇ, βασιλείας ποθεινότερον.

Θεοδώρου μονάκου. Ἢ ἐνεστῶτα καὶ μέλλοντα, τὰ παρόντα φησὶν, καὶ τὰ προσδοκώμενα φοβερά. καὶ ὕψωμα μὲν, τὰ ἄγαν ἐπίδοξα· βάθος δὲ, τὰ ἄγαν ἄδοξα.

Θεοδωρήτου. Ἢ ἐνεστῶτα μὲν καὶ μέλλοντα, τὰ παρόντα καὶ τὰ προσδοκώμενα ἀγαθά. βάθος δὲ, τὴν γέενναν. ὕψωμα, τὴν βασιλείαν· καὶ ζωὴν, τὴν αἰώνιον· καὶ θάνατον, τὸν αἰώνιον.