Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε. λεσε. καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.

Κυρίλλου. Πολλοὶ μέν, φησιν, οἱ κατὰ πρόθεσιν κλητοί· οὐ μὴν ἅπαντες ἐκλεκτοί. μόνοι δὲ οὗτοι τετίμηνται, οἳ καὶ προεγνώσθησαν, ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ τοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ, τίς ἃν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος, “ ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ,

265
φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.” οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ. τουτέστι, τὴν ἐν ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ καὶ ἁμαρτίαις ζωὴν εἶναι φαμὲν, οὐτῶ καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν, ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὖτοι καὶ κὲκλήνται.

Θεοδώρου Μονάχου. Ἢ καὶ οὕτως. διὰ τοῦτο φησὶ συνεργεῖ τὸ Πνεῦμα τοῖς κατὰ πρόθεσιν κλητοῖς, ὅτι αὐτοὺς προέγνω Θεὸς ἀξίους τῆς τοῦ Πνεύματος βοηθείας· καὶ προγνοὺς, προώρισε συμμόρφους εἶναι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. οὐκ ἀναιρῶν τὸ αὐτεξούσιον· ἡ γὰρ πρόγνωσις, οὐκ ἔστιν ἀναγκαστική· ἀλλὰ προθεωρητικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ διαθέσεως. σαφέστερον δ’ ἃν εἴη τὸ ῥηθὲν, εἰ ἀπὸ τῶν τελευταίων ἀρξάμενοι, ἐπὶ τὰ πρῶτα ἀνίωμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ Θεός; οὓς ἐδικαίωσε. τίνας δὲ ἐδικαίωσεν; οὓς καὶ ἐκάλεσε· τίνας δὲ ἐκάλεσεν; οὓς προώρισε. τίνας δὲ προώρισεν; οὓς προέγνω. τίνας δὲ προέγνω; τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας. τουτέστι, τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν κλητοὺς ὄντας καὶ συμμόρφους Χριστῷ. σύμμορφοι δὲ γινόμεθα τῆς εἰκόνος τοῦ Υἱοῦ ἐν τῷ καὶ αὐτοὶ υἱοὶ χρηματίσαι, ὡς ἀδελφοὶ τοῦ φύσει Υἱοῦ καὶ πρωτοτόκου Ἰησοῦ Χριστοῦ, κατὰ τὸν πνευματικὸν λόγον. ἐπειδὴ γὰρ Πνεῦμα ὁ Θεὸς, πνευματικοὶ δὲ καὶ οἱ ἐκ τοῦ Πνεύματος γεννηθέντες· σύμμορφοι ἄρα κατὰ τοῦτον τὸν λόγον ἐσμὲν τῷ Χριστῷ. ἣ οὕτως σύμμορφοι ἐσμὲν τῆς εἰκόνος τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι, τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν γὰρ τοῦ Πατρὸς ὁ Υἱός.

Γενναδίου. Ἢ συμμόρφους φησὶ τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· ἀντὶ τοῦ, τῆς υἱότητος τοῦ σώματος αὐτοῦ. διὸ καὶ ἐπήγαγεν, “εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον·” εἰ γὰρ καὶ μετέδωκε τῆς υἱοθεσἱας καὶ ἄλλοις, οὐδὲν ἐντεῦθεν τὸν Υιὸν ἐζημίωσεν· ἔχει γὰρ καὶ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχήν· καὶ πλεονεκτεῖ τοῖς πρωτοτοκίοις τῶν ἀδελφῶν.

266

Θεοδωρήτου. Ἀκριβῶς δὲ σφόδρα οὐκ εἶπε συμμόρφους τοῦ Υἱοῦ αὐτοῦ· σαφέστερον δὲ τοῦτο τέθεικεν ἐν τῇ πρὸς Φιλιππησίους. εἰρηκὼς γάρ· “ ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. “ ἐξ καὶ καὶ Σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστὸν,” “ ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς “ τὸ γενέσθαι σύμμορφον αὐτὸ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμμορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ “ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὕτω κἀνταῦθα, τοὺς τῆς ἀξιωθέντας, τῆς εἰκόνος τοῦ Υἰοῦ συμμόρφους ὠνόμασεν. τουτέστι, τοῦ σώματος τοῦ Υἱοῦ. ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις· τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. ἣ εἰκόνα τοῦ Υἱοῦ, τὸ σῶμα αὐτοῦ φησίν. ἐπειδὴ ὁ ἐκ σπέρματος Δαβὶδ, εἰκὼν τοῦ Λόγου κατὰ τὴν υἱότητα. Υἱὸς γὰρ προσηγορεύθη διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν. σύμμορφοι γοῦν ἐσώμεθα τῷ ἐκ Δαβίδ· εἰ γὰρ καὶ σαρκὶ ἁγίᾳ καὶ καθαρᾷ καὶ ἡνωμένῃ Θεῷ συμμορφούμεθα, ἀλλ’ ὅμως ἔχομεν οἰκειότητα, πρὸς τὸ σύμμορφοι γενέσθαι ὡς ἄνθρωποι ἀνθρώπῳ.

Σευηριανοῦ. Ἢ τῆς εἰκόνος τοῦ Υἱοῦ, ἀντὶ τοῦ Ἁγίου Πνεύματος. ὥσπερ γὰρ Υἱὸς τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ. ὅσοι οὖν Πνεύματος Ἁγίου ἀξιωθέντες, πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοι εἰσὶ τοῦ Πνεύματος· ὁ ἐστιν, εἰκὼν τοῦ Υἱοῦ.

Βασιλείου. Διὰ τοῦτο καὶ Θεοῦ μὲν ὁ Υἱὸς, Λόγος· ῥῆμα δὲ Υἱοῦ, τὸ Πνεῦμα. “ φέρων γάρ,” φησι, “ τὰ πάντα τῆς δυνάμεως αὐτοῦ. καὶ ἐπειδὴ ῥῆμα Υἱοῦ, καὶ διὰ τοῦτο “ Θεοῦ, “ τὴν μάχαιραν,” φησὶ, “ τοῦ Πνεύματος. “ Θεοῦ.” ῥῆμα δὲ, ζῶν καὶ

Χρυσοστόμου. Εἶδες τιμῆς ὄγκον; ὅπερ ὁμογενὴς ἦν τοῦτο καὶ οἱ κατὰ πρόθεσιν κληθέντες γεγόνασιν ἐν χάριτι. ἀλλ’ ὅμως, οὐκ ἠρκέσθη τῷ εἰπεῖν συμμόρφους, ἀλλὰ καὶ ἕτερον προστέθεικεν, “ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ ἕτερον ἐπάγει, “ ἐν πολλοῖς ἀδελφοῖς.” διὰ πάντων, σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος. ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε. κατὰ γὰρ τὴν θεότητα, μονογενής.

267

Θεοδωρήτου. Οὐ γὰρ ἔχει ἀδελφοὺς ὁ Θεὸς, ὡς Θεός. ὡς δὲ ἄνθρωπος, ἀδελφοὺς τοὺς πεπιστευκότας καλεῖ, ὧν ἐστι πρωτότοκος. οὐκ ἄλλος ὣν παρὰ τὸν μονογενῆ· ἀλλ’ ὁ αὐτὸς, καὶ μονογενης καὶ πρωτότοκος.