Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Γρηορίου Νύσσησ. Ο γάρ τοι μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁμογενὴς ἔστι Θεὸς, ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ, τὸ μὴ μόνον τὴν τῶν ὄντων κτίσιν δι’ ἐκείνου γενέσθαι, ἀλλ’ ὅτι τῆς ἀρχαίας τῶν ἀνθρώπων κτίσεως παλαιωθείσης καὶ ἀφανισθείσης, καθὼς αὐτὸς ὀνομάζει, ἄλλης δὲ καινῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ ταύτης ἄλλος τις καθηγήσατο· ἀλλὰ πάσης τῆς διὰ τοῦ εὐαγγελίου τῶν ἀνθρώ- πων γενομένης κτίσεως, αὐτός ἐστιν ὁ πρωτότοκος. ὡς ἃν σαφέ- στερον γένοιτο τὸ περὶ τούτου νόημα, οὑτωσὶ τὸν λόγον διαληψό- διαληψόμεθα. τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος Ἀπόστολος. ἅπαξ μὲν, οὕτως εἰπών· “ὅτι πρωτότοκος πάσης κτίσεως·” πάλιν δέ· “ὅτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” ἐκ τρίτου δέ· “ὅτι “πρωτότοκος ἐκ τῶν νεκρῶν.” μετὰ ταῦτα δὲ ἀπόλυτόν τε καὶ ἀσυζυγῆ τὴν φωνὴν παρ·ατίθεται, εἰπών· “ὅταν δὲ πάλιν εἰσαγάγῃ “τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην.” οὐκοῦν ἥνπερ ἃν διάνοιαν ἐπὶ τῶν ἄλλων συζυγιῶν τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκο- λούθως τὴν αὐτὴν καὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἐφαρμόσομεν. μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὔσης φωνῆς, ἀνάγκη μίαν ε7ναι καὶ τὴν σημαινομένην διάνοιαν. πῶς τοίνυν γίνεται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ; πῶς δὲ ἐκ νεκρῶν πρωτότοκος ; ἢ τοῦτο πάντως ἐστὶ δῆλον, ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς καὶ σάρκα, καθὼς φησὶν ἡ γραφὴ, ὁ δι’ ἡμᾶς γενόμενος καθ’ ἡμᾶς, καὶ σαρκὸς καὶ αἵματος κοινωνήσας, μέλλων ἡμᾶς ἐκ τοῦ φθαρτοῦ μεταποιεῖν πρὸς τὸ ἄφθαρτον, διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι’ ὕδατος καὶ πνεύματος, αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο διὰ τοῦ ἰδίου βαπτίσματος· τὸ Ἅγιον Πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος. ὥστε πάντων τῶν πνευματικῶς ἀναγεννωμένων πρωτότοκον αὐτὸν γενέσθαι· καὶ ἀδελ- φοὺς ὀνομάσαι τοὺς τῆς, ὁμοίας αὐτῶ διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος μετεσχηκότας γεννήσεως.
Ἐπειδὴ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἔδει αὐτὸν ἐναπο-
Τοῦ Αὐτοῦ. Διὰ πάντων τοίνυν δέδεικται πρωτότοκος ὁ Υἱὸς, ὡς ἄνθρωπος ὀνομαζόμενος. καὶ εἰ βούλει πάλιν ἐξετάσωμεν τὰ ῥητὰ ἐν οἷς πρωτότοκος εἴρηται· ἐν τῷ, “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον ἕλ’ τὴν οἰκουμένην, λέγει, “ καὶ προσκυνησάτωσαν “ αὐτὸν πάντες ἄγγελοι τοῦ Θεοῦ.” ἡ τοῦ “ πάλιν” προσθήκη,
Εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται· οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκος ἐστὶν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν. τήν τε πρώτην, καθ’ ἣν ἐπλάσθημεν· καὶ τὴν δευτέραν καθ’ ἣν ἀνεπλάσθημεν. ἀλλ’ οὐκ ἂν r τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τὲ καὶ ἀφανισθείσης, νισθείσης, ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθὼς φησὶν ὁ Ἀπόστολος, “ ἐνδύσασθε,” λέγων, “ τὸν καινὸν “ κατὰ Θεὸν κτισθέντα.” καὶ “ εἴ τις ἐν Χριστῷ,” φησὶν, “ [*](r Leg. ἂν ἦν.)
Εἰ δὲ, καθὼς ἡ αἵρεσις βούλεται, δοιὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς πη αὐτῶν περὶ τοῦ μονογενοῦς Θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτο φασὶν, ὅτι παρὰ τοῦ Πατρὸς τὴν ἡμῶν περιεβάλετο σάρκα. οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. καὶ πρωτότοκος δὲ πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρωτότοκος αὐτῆς κατὰ χρόνον ὑπάρχων· οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμα- σιν οὐσίας· ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. ἐπιτηρῆσαί δὲ ὅμως κἀκεῖνο, καλόν. μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμέ- νης αἰτίας, καθ’ ἣν ἐστὶ μονογενὴς, τοῦτο καλεῖται. ἀλλὰ ἀπολε- λυμένως ὁ μονογενὴς Θεὸς “ ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρός” ὅτε δὲ πρωτότοκον αἱ θεῖαι καλοῦσι γραφαὶ αὐτὸν, εὐθὺς ἐπιφέρουσιν. ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. φασὶν γὰρ, “πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” καὶ “ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ κάτα φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἅνθρωπος τοῦτο μὴ ἀπολέσας, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως.
Οὐδὲ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινός· ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει. ἀλλὰ καὶ οὕτω, πρωτεύει· καὶ καθηγήσεται πάσης ὁμοῦ τῆς κτίσεως· ἅτε δὴ ποιητὴς αὐτῆς ὑπάρχων καὶ Κύριος. οὕτω καὶ ὁ εὐαγγελιστὴς φησίν· “ καὶ
“ Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελξοῖς” λέγεται, καθὸ “ γέγονεν “ὅμοιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας.” καὶ καθὸ τὴν ἡμετέραν σάρκα φορέσας, ἀδελφὸς τὲ ἡμῶν χρηματίσας, τοῦτο καλεῖται δικαίως. “ πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν·” πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα, καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγε. διὸ καὶ φησὶν, ἐγὼ εἰμὶ ἡ ὀδός.” καὶ “ἐγὼ “ εἰμὶ ἡ θύρα.” δι’ αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία, καὶ τὴν καινὴν τῆς ἀναστάσεως ὁδὸν βαδίζειν ἐκδιδάσκεται· καὶ ὥσπερ διά τινος
Εἰ δὲ τὸ καλεῖσθαι πρωτότοκον πάσηι κτίσεως κτίσμα κατὰ φύσιν ὄντα, τῇ κτίσει συντάξει τὸν Υἱὸν, ἔσται μὲν ταύτης κατὰ τὸν χρόνον, πρῶτος, συγγενὴς δὲ ὅμως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἰναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. συγγενὴς οὐν ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τὲ καὶ νηκτοῖς. ταῦτα γὰρ εἰ καὶ ἐλάχιστα, μέρη γοῦν τῆς πάσης κτίσεως ἐστίν. ἀλλὰ τοῦτο ἄτοπον. οὐκοῦν εὐσεβῶς μὲν πρωτότοκος, ὡς ἐν πολλοῖς ἀδελφοῖς, διὰ τοὺς κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους, νοηθήσεται. πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται· ὡς πρὸ ταύτης ὣν, καὶ εἰς τὸ εἶναι παραγαγών· κτιστῆς τὲ αὐτὸς οὐχ ὑπάρχων οὐσίας. καὶ πάλιν, εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθείς· ἔστι δὲ καὶ ἐκ τῆς παρθένου πρωτότοκος, εἴη ἃν καὶ ἐξ αὐτῆς ὡς πρωτότοκος ἑτέρων. εἰ δὲ μόνος, ἀλλ’ οὐ πρὸ ἄλλων γεννηθείς. ἐκ Μάριας πρωτότοκος αὐτῆς κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ’ ὡς μόνος γεννηθείς. εἰ δὲ κτίσμα καὶ αὐτὸς, οὐκέτ’ ἀν’ εἴη πρωτότοκος· οὔτε αὐτὸς γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ πατρός. αὐτὸ δὲ δὴ τοῦτο τὸ εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον ἑαυτὸν εἶναι φησὶ, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς, καὶ ὁμοίωμα τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται. ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατήρ. καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρί. καὶ δι’ αὐτοῦ τὰ πάντα
Χρυσοστόμου. Δείκνυσι τοῦ Θεοῦ τὴν κηδεμονίαν, τῷ λέγειν ἄνωθεν ταῦτα προτετυπῶσθαι. ἄνθρωποι μὲν γὰρ ἀπὸ τῶν πραγμάτων, τὰς ὑπὲρ αὐτῶν γνώμας λαμβάνουσι. τῷ δὲ Θεῷ πάλαι τοῦτο ἔδοξε, καὶ ἄνωθεν πρὸς ἡμᾶς διέκειτο. οὓς δὲ ἐκάλεσεν, ἐδικαίωσε μὲν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας· ἐδόξασε δὲ, διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας.
Θεοδωρήτου. Σὺ δὲ τούτοις συνυπάκουε, ὅτι ὧν προέγνω τὴν πρόθεσιν, τούτους προώρισεν ἄνωθεν. ἀλλὰ μηδεὶς τὴν πρόγνωσιν αἰτίαν εἶναι λεγέτω τῶν ἐπ’ αὐτοῖς γεγονότων. οὐ γὰρ ἡ ρόγνωσις αὐτοὺς τοιούτους εἰργάσατο. οὐ δὲ γὰρ εἰ γαῦρον ἵππον ἐνδακόντα τὸν χαλινὸν ὁρῶν, καὶ τοῦ ἐποχουμένου οὐδαμῶς ἀνεχόμενον, εἴποιμι αὐτὸν κατὰ κρημνοῦ χωρήσειν πελάζοντα εἶτα γένοιτο κατὰ τὸν λόγον ἡ ἔκβασις, ἐγὼ τὸν ἵππον ἐνέβαλον εἰς κρημνόν. ἀλλὰ τὸ μέλλον ἔσεσθαι προηγόρευσα· τεκμηρίῳ χρησάμενος τῇ τοῦ ἵππου θρασύτητι. ὁ δὲ τῶν ὅλων Θεὸς πόρρωθεν οἶδεν ἅπαντα
Ιωάννου Τοῦ Δαμασκηνοῦ. Χρὴ γὰρ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ Θεός· οὐ πάντα δὲ προορίζει. προγινώσκει γὰρ καὶ τὰ ἐφ’ ἡμῖν, οὐ προορίζει δὲ αὐτά, οὐ γὰρ θέλει τὴν κακίαν γενέσθαι, οὐ δὲ βιάζεται τὴν ἀρετήν. ὥστε τῆς θείας προγνωστικῆς κελεύσεως ἐστὶν ὁ προορισμός. προορίζει δὲ τὰ οὐκ ἐφ’ ἡμῖν κατὰ πρόγνωσιν αὐτοῦ. προέκρινε γὰρ πάντα ὁ Θεὸς ἤδη κατὰ τὴν πρόγνωσιν αὐτοῦ, κατὰ τὴν ἀγαθότητα καὶ τὴν δικαιοσύνην αὐτοῦ. χρὴ δὲ γινώσκειν ὅτι ἡ μὲν ἀρετὴ ἐκ τοῦ Θεοῦ ἐδόθη ἐν τῇ φύσει, καὶ αὐτός ἐστιν παντὸς ἀγαθοῦ ἀρχὴ καὶ αἰτία. καὶ ἐκτὸς τῆς αὐτοῦ συνεργίας καὶ βοηθείας, ἀδύνατον ἀγαθὸν θελῆσαι ἣ πρᾶξαι ἡμᾶς. ἐφ’ ἡμῖν δέ ἐστιν ἣ ἐμμεῖναι τῇ ἀρετῇ, καὶ ἀκολουθῆσαι τῷ Θεῷ πρὸς ταύτην καλοῦντι, ἣ ἀποφοιτῆσαι αὐτῆς. ὅπερ ἐστιν ἐν κακίᾳ γενέσθαι, καὶ ἀκολουθῆσαι τῶ διαβόλῳ πρὸς ταύτην καλοῦντι ἀβιάστως. ἡ γὰρ κακία οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἀναχώρησις τοῦ ἀγαθοῦ· ὥσπερ καὶ τὸ σκότος, τοῦ φωτός ἐστιν ἀναχώρησις. μένοντες οὖν ἐν τῷ κατὰ φύσιν, ἐν τῇ ἀρετῇ ἐσμέν. ἐκκλίνοντες δὲ ἐκ τοῦ κατὰ φύσιν, ἤγουν ἐκ τῆς ἀρετῆς, εἰς τὸ περὶ q φύσιν ἐρχόμεθα, καὶ ἐν τῇ κακίᾳ γινόμεθα.
Βασιλείου. Πρωτότοκος, πρὸς τοὺς δι’ υἱοθεσίαν τοῦ Ἁγίου Πνεύματος ἐκ Θεοῦ γεννωμένους. ὡς ὁ Παῦλος ἐνταῦθα φησὶ, “ εἰς τὸ εἶναι πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.” λέγεται δὲ “ πρωτότοκος τῆς κτίσεως·” ὡς πρὸ πάσης αὐτῆς ἐκ Θεοῦ γεννηθείς. ἀλλ’ οἱ τῇ κτίσει τοῦτον συντάττοντες, εἰ πρωτότοκος, φασὶν, ὁ μονογενὴς, οὐκέτι μονογενής· ἀλλ’ ὀφείλει καὶ ἄλλος εἶναι οὗ πρωτότοκος λέγεται. καί τοι γε, ὦτ’ σοφοὶ, καὶ ἐκ Μάριας τῆς παρθένου μόνος γεννηθεὶς, πρωτότοκος αὐτῆς εἴρηται. “ ἕως οὗ γὰρ “ἔτεκε,” φησὶν, “τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.” ὥστε ἀνάγκη ἀδελφοῦ πρωτότοκον λέγεσθαι, εἰ δὲ πρὸ τῆς κτίσεως ὣν, οὐ γέννημα ἐστὶν ἀλλὰ κτίσμα, πρωτόκτιστος ἃν ἐλέγετο, καὶ οὐ πρωτότοκος.
Ἰωάννου Τοῦ Δαμασκέωσ. Ἀλλ᾿ ἰστέον ὅτι πρωτότοκος ἐστὶν, ὁ πρῶτος γεννηθείς· εἴτε μονογενὴς, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. εἰ μὲν οὖν ἐλέγετο Υἱὸς τοῦ Θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἃν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον, ὡς κτίσμα ὑπάρχοντα. ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἄμφω τηρῆσαι ἐπ’ αὐτοῦ. πρωτότοκον μὲν αὐτὸν φαμὲν ἀληθῶς ἁπάσης τῆς κτίσεως, ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ Θεοῦ, καὶ ἡ κτίσις ἐκ τοῦ Θεοῦ. ἀλλ’ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, μόνος ἀχρόνως γεγεννημένος, εἰκότως υἱὸς μονογενὴς πρωτότοκος, καὶ οὐ πρωτόκτιστος λεχθήσεται. ἡ γὰρ κτίσις, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλὰ θελήματι αὐτοῦ, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. “ πρωτό- “ τόκος δὲ ἐν πολλοῖς ἀδελφοῖς.” μονογενὴς γὰρ ὣν καὶ ἐκ τρός· ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, καὶ ἄνθρωπος γέγονε. γεγόναμεν δὲ καὶ ἡμεῖς δι’ αὐτοῦ υἱοὶ Θεοῦ· υἱοθετηθέντες διὰ βαπτίσματος. αὐτὸς ὁ φύσει Υἱὸς τοῦ Θεοῦ, πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς Θεοῦ γεγεεννημένοις, καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. ὅθεν ἔλεγεν,
Καὶ ἄλλως δὲ πρωτότοκος τῆς κτίσεως, διὰ τὸ τῆς ἐνανθρωπή- σεως τοῦ Θεοῦ μυστήριον λεχθείη ἂν ἐπ’ αὐτοῦ.