Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδωρήτου. Πλὴν οὐχ ἅπασι συνεργεῖ, ἀλλὰ τοῖς ἀγαπῶσι. καὶ οὐχ ἁπλῶς συνεργεῖ, ἀλλ’ εἰς ἀγαθόν. εἰ γάρ τις αἰτήσει τὰ μὴ συμφέροντα, διαμαρτάνει τῆς αἰτήσεως· ἐπειδὴ τὸ μὴ τυχεῖν συμφέρει.

Θεοδώρου Μονάχου. Ἢ τὸ Πνεῦμα συνεργεῖ, ὁ ἐστι εἰς τὸ ἀγαθὸν τοῖς ἀγαπῶσι τὸν Θεόν. ἀγαπῶσι δὲ τὸν Θεὸν, οἱ κατὰ πρόθεσιν κλητοί. οἱ διὰ τὴν ἀγαθὴν πρόθεσιν, ἄξιοι γεγονότες κλήσεως. ὁ μὲν γὰρ Θεὸς καλεῖ πάντας, οὐ πᾶσι δὲ συνεργεῖ, ἀλλὰ τοῖς εὐσεβῆ πρόθεσιν ἔχουσιν. οὗτοι γὰρ καὶ τέλειοι, καὶ υἱοί. οὐ μὴν Ἰουδαῖοι, οἱ φόβῳ τοῦ νόμου εὐσεβοῦντες. διὸ καὶ δοῦλοι οὗτοι. εἶτα ἐπειδὴ εἶπε, πάντα συνεργεῖ εἰς τὸ ἀγαθὸν ὁ Θεὸς, ἐπάγει καὶ τὰ ἑξῆς.

Χρυσοστόμου. Εἰπὼν γὰρ τὸ μέγα τοῦτο ἀγαθὸν, καὶ σφόδρα τὴν ἀνθρωπίνην ὑπερβαῖνον φύσιν, ὅτι οὐ κωλύει τὰ δοκοῦντα εἶναι Θεὸς, ἀλλ’ εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν αὐτοῖς κέχρηται. χρηται. ἐπειδὴ πολλοῖς ἄπιστον τοῦτο εἶναι ἐδόκει· ἀπὸ τῶν παρελθόντων αὐτὸ πιστοῦται· “ τοῖς κατὰ πρόθεσιν,” λέγων, “ “ τοῖς οτυσι.” σκόπει γάρ, φησι, εὐθέως ἀπὸ τῆς κλήσεως τὸ εἰρημένον. διατί γὰρ μὴ ἐξαρχῆς πάντας ἐκάλεσεν, ἢ μηδὲ αὐτὸν Παῦλον εὐθέως μετὰ τῶν ἄλλων, οὐ δοκεῖ ἡ ἀναβολὴ ἐπιζήμιος εἶναι. ἀλλ’ ὅμως, ἐδείχθη διὰ τῶν πραγμάτων, ὅτι χρήσιμος γέγονε. πρόθεσιν δὲ ἐνταῦθα φησίν· ἵνα μὴ τὸ πᾶν τῇ κλήσει δῷ. ἐπειδὴ οὕτως ἔμελλον καὶ Ἕλληνες ἀντιλέγειν καὶ Ἰουδαῖοι. εἰ γὰρ ἡ κλῆσις ἤρκει μόνον, τίνος ἕνεκεν οὐ πάντες ἐσώθησαν; ὅτι οὐχ ἡ κλῆσις μόνον, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν καλουμένων τὴν σωτηρίαν ἐργάζεται. οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις. πάντες γοῦν ἐκλήθησαν, ἀλλ’ οὐ πάντες ἐσώθησαν.

Ἰσιδώρου. Ἡ γὰρ θεία χάρις τῇ ἀνθρωπίνῃ κιρνωμένη προθυμίᾳ, μία, σώζει τὸν ἄνθρωπον. διόπερ καὶ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, εἶπε συνεργεῖν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. οὐ γὰρ ἡ κλῆσις μόνον· πάντες γὰρ ὑπήκουσαν μὲν οὐδαμῶς· ἐκλήθησαν δὲ, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν κεκλημένων τὴν σωτηρίαν

264
εἰργάσατο. οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις, οὐδὲ βεβιασμένη, ἀλλ’ ἑκουσία.

Θεοδωρήτου. Σφόδρα τοίνυν ἀκριβῶς συνέζευξε τῇ κλήσει τὴν πρόθεσιν. οὐ γὰρ ἁπλῶς καλεῖ, ἀλλὰ τοὺς πρόθεσιν ἔχοντας. διὰ τοῦτο ἐν μὲν Κορίνθῳ ἔφη τῷ Ἀποστόλῳ, “ λάλει καὶ μὴ “ σιωπήσῃς. ἔστι γάρ μοι λαὸς πολὺς ἐν τῇ πόλει ταύτῃ.” εἰς δὲ τὴν Μυσίαν λαλῆσαι τὸν λόγον ἐκώλυσεν. εἰς μέντοι τὴν Ἀσίαν, τὸ μὲν πρῶτον, ἐπέσχεν. ὕστερον δὲ τοῦτο ἐπέσχεν ἥκιστα· ἀλλὰ ποιῆσαι προσέταξε. διὰ τοῦτο καὶ ἐν Ἱεροσολύμοις ἔφη πρὸς αὐτὸν, “ σπεῦσον καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν. οὐ γὰρ “ μὴ προσδέξονταί σου τὴν μαρτυρίαν.” διὰ τοῦτο κἀνταῦθα, “ τοῖς κατὰ πρόθεσιν,” ἔφη, “

Γενναδίου. Ἐντεῦθεν μέντοι καὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς τῶν Ἰουδαίων ἀποβολῆς, ἤρξατο προκατασκευάζειν.

Κυρίλλου. Τὸ μὲν οὖν κατὰ πρόθεσιν, εἴη ἃν τὸ κατὰ βούλησιν. κέκληνται δὲ, οἱ, περὶ ὧν ὁ λόγος, κατὰ βούλησιν, τίνων; πότερα δὴ τοῦ κεκληκότος, ἣ τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτο ἃν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ που ὁ Χριστός· “ οὐδεὶς “ ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.” πλὴν ἔν γε τούτοις, οὐκ ἃν τίς ἁμάρτοι τοῦ πρέποντος, λέγων, ὡς κλητοὶ γεγόνασι τινὲς κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν.

Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε. λεσε. καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.

Κυρίλλου. Πολλοὶ μέν, φησιν, οἱ κατὰ πρόθεσιν κλητοί· οὐ μὴν ἅπαντες ἐκλεκτοί. μόνοι δὲ οὗτοι τετίμηνται, οἳ καὶ προεγνώσθησαν, ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ τοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ, τίς ἃν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος, “ ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ,

265
φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.” οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ. τουτέστι, τὴν ἐν ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ καὶ ἁμαρτίαις ζωὴν εἶναι φαμὲν, οὐτῶ καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν, ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὖτοι καὶ κὲκλήνται.

Θεοδώρου Μονάχου. Ἢ καὶ οὕτως. διὰ τοῦτο φησὶ συνεργεῖ τὸ Πνεῦμα τοῖς κατὰ πρόθεσιν κλητοῖς, ὅτι αὐτοὺς προέγνω Θεὸς ἀξίους τῆς τοῦ Πνεύματος βοηθείας· καὶ προγνοὺς, προώρισε συμμόρφους εἶναι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. οὐκ ἀναιρῶν τὸ αὐτεξούσιον· ἡ γὰρ πρόγνωσις, οὐκ ἔστιν ἀναγκαστική· ἀλλὰ προθεωρητικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ διαθέσεως. σαφέστερον δ’ ἃν εἴη τὸ ῥηθὲν, εἰ ἀπὸ τῶν τελευταίων ἀρξάμενοι, ἐπὶ τὰ πρῶτα ἀνίωμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ Θεός; οὓς ἐδικαίωσε. τίνας δὲ ἐδικαίωσεν; οὓς καὶ ἐκάλεσε· τίνας δὲ ἐκάλεσεν; οὓς προώρισε. τίνας δὲ προώρισεν; οὓς προέγνω. τίνας δὲ προέγνω; τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας. τουτέστι, τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν κλητοὺς ὄντας καὶ συμμόρφους Χριστῷ. σύμμορφοι δὲ γινόμεθα τῆς εἰκόνος τοῦ Υἱοῦ ἐν τῷ καὶ αὐτοὶ υἱοὶ χρηματίσαι, ὡς ἀδελφοὶ τοῦ φύσει Υἱοῦ καὶ πρωτοτόκου Ἰησοῦ Χριστοῦ, κατὰ τὸν πνευματικὸν λόγον. ἐπειδὴ γὰρ Πνεῦμα ὁ Θεὸς, πνευματικοὶ δὲ καὶ οἱ ἐκ τοῦ Πνεύματος γεννηθέντες· σύμμορφοι ἄρα κατὰ τοῦτον τὸν λόγον ἐσμὲν τῷ Χριστῷ. ἣ οὕτως σύμμορφοι ἐσμὲν τῆς εἰκόνος τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι, τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν γὰρ τοῦ Πατρὸς ὁ Υἱός.

Γενναδίου. Ἢ συμμόρφους φησὶ τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· ἀντὶ τοῦ, τῆς υἱότητος τοῦ σώματος αὐτοῦ. διὸ καὶ ἐπήγαγεν, “εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον·” εἰ γὰρ καὶ μετέδωκε τῆς υἱοθεσἱας καὶ ἄλλοις, οὐδὲν ἐντεῦθεν τὸν Υιὸν ἐζημίωσεν· ἔχει γὰρ καὶ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχήν· καὶ πλεονεκτεῖ τοῖς πρωτοτοκίοις τῶν ἀδελφῶν.

266

Θεοδωρήτου. Ἀκριβῶς δὲ σφόδρα οὐκ εἶπε συμμόρφους τοῦ Υἱοῦ αὐτοῦ· σαφέστερον δὲ τοῦτο τέθεικεν ἐν τῇ πρὸς Φιλιππησίους. εἰρηκὼς γάρ· “ ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. “ ἐξ καὶ καὶ Σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστὸν,” “ ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς “ τὸ γενέσθαι σύμμορφον αὐτὸ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμμορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ “ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὕτω κἀνταῦθα, τοὺς τῆς ἀξιωθέντας, τῆς εἰκόνος τοῦ Υἰοῦ συμμόρφους ὠνόμασεν. τουτέστι, τοῦ σώματος τοῦ Υἱοῦ. ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις· τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. ἣ εἰκόνα τοῦ Υἱοῦ, τὸ σῶμα αὐτοῦ φησίν. ἐπειδὴ ὁ ἐκ σπέρματος Δαβὶδ, εἰκὼν τοῦ Λόγου κατὰ τὴν υἱότητα. Υἱὸς γὰρ προσηγορεύθη διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν. σύμμορφοι γοῦν ἐσώμεθα τῷ ἐκ Δαβίδ· εἰ γὰρ καὶ σαρκὶ ἁγίᾳ καὶ καθαρᾷ καὶ ἡνωμένῃ Θεῷ συμμορφούμεθα, ἀλλ’ ὅμως ἔχομεν οἰκειότητα, πρὸς τὸ σύμμορφοι γενέσθαι ὡς ἄνθρωποι ἀνθρώπῳ.

Σευηριανοῦ. Ἢ τῆς εἰκόνος τοῦ Υἱοῦ, ἀντὶ τοῦ Ἁγίου Πνεύματος. ὥσπερ γὰρ Υἱὸς τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ. ὅσοι οὖν Πνεύματος Ἁγίου ἀξιωθέντες, πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοι εἰσὶ τοῦ Πνεύματος· ὁ ἐστιν, εἰκὼν τοῦ Υἱοῦ.