Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Οἰκουμενίου. λῦτό, φησιν, τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. εἰ μὲν γὰρ σπεύδεις ἐργάσασθαι τὰ ἀγαθὰ, ὡσαύτως καὶ τὸ Πνεῦμα φροντίσει σου. εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ.
Θεοδώρου Μονάχου. Σημεῖον δὲ ἀσθενείας, καὶ τὸ σπουδάζειν παραγενέσθαι τὰ ἐλπιζόμενα, πρὸ τοῦ δέοντος καιροῦ. συναντιλαμβάνεται οὖν ἡμῖν τὸ Πνεῦμα, ἀσθενοῦσι περὶ τὸ εὔχεσθαι ἃ δεῖ. ἐπειδὴ ἡμεῖς τὰ συμφέροντα οὐκ ἴσμεν, οὐδὲ τοὺς εὐθέτους καιρούς. τὸ μέντοι Πνεῦμα τὸ Ἄγ’ ἴον ἐν τῷ συνεργεῖν, οὐκ ἀναιρεῖ τῆς αὐτεξουσιότητος τὴν χάριν. τὸ γὰρ συνεργεῖν, συμπράττειν ἐστὶν ἀσθενούσῃ τῇ γνώμῃ. οὐκ ἀναγκάζει, ἀλλὰ τοὺς ἑκουσίως εἰς ἀρετὴν ὁρμῶντας, ἐπιρωννύει· καὶ αὐτὸ δὲ τὸ Ἅγιον Πνεῦμα ἔστιν εἰπεῖν, ὅτι διὰ τῶν ἀλαλήτων στεναγμῶν, οὓς ἐγκαταμιγνυσι ταῖς τῶν ὁσίων εὐχαῖς, διορθοῦται τῶν εὐχομένων τὴν ἄγνοιαν· ὅταν ὁ εὐχόμενος ἐξ ἀγνοίας αἰτῇ τὸ μὴ δέον. ἀλαλήτους δέ φησι στεναγμοὺς, τοὺς ἐν βάθει τῆς καρδίας ὑπὸ τοῦ Ἁγίου Πνεύματος κινουμένους.
Θεοδωρήτου. Ἢ καὶ ἁπλούστερον, μὴ αἰτεῖτε, φησὶ, λυπηρῶν τὴν ἀπαλλαγήν· οὐ γὰρ ἴστε τὸ συμφέρον, ὡς ὁ κυβερνῶν Θεός. δότε ὑμᾶς αὐτοὺς τῷ κατέχοντι τοῦ παντὸς τὰ πηδάλια· οὗτος γὰρ, κἂν μηδὲν αἰτήσετε, στενάζητε δὲ μόνον ὑπὸ τῆς ἐνοι- κούσης χάριτος ἐνεργούμενοι, σοφῶς τὰ κἄ ὑμᾶς πρυτανεύει, καὶ τὸ συνοῖσον μέλλει παρέξειν.