Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Ti ἐστι καὶ αὐτή; οὐχὶ σὺ μόνος, ἀλλὰ καὶ ὃ σοῦ ἐστι καταδεέστερον, καὶ οὐ μετέχει λογισμοῦ οὐδὲ αἰσθήσεως, καὶ τοῦτο σοι κοινωνήσει τῶν ἀγαθῶν. “ ἐλευθερωθήσεται “ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” τουτέστιν. οὐκέτι ἔσται ἀλλ’ ἀκολουθήσει τῇ τοῦ σώματος εὐμορφία τοῦ σοῦ. ὥσπερ γὰρ γενομένου φθαρτοῦ, γέγονεν ἐκείνη τοιαύτη, οὕτως ἀφθάρτου κατάσταντος, καὶ αὐτὴ ἕψεται πάντως. ὅπερ οὖν δεικνὺς ἐπήγαγεν, “ εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Φεοῦ.” διὰ τὴν ἐλευθερίαν. καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικόν· ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις φησί. ὁρᾷς τὸν ἄνθρωπον πανταχοῦ προηγούμενον, καὶ δι’ αὐτὸν ἅπαντα γινόμενα; εἰδες πῶς καὶ παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν; τι γὰρ ἀλγεῖς, φησι, ἐπὶ τοῖς πειρασμοῖς; σὺ διὰ σαυτὸν πάσχεις. ἡ κτίσις, διὰ σέ. οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἀξιόπιστα δείκνυσι τὰ λεγόμενα. εἰ γὰρ ἡ κτίσις ἐλπίζει, ἡ διὰ σὲ πάντα γενομένη, πολλῷ μᾶλλον σύ· δι’ ὃν καὶ ἡ κτίσις ἀπολαύειν μέλλει τῶν ἀγαθῶν ἐκείνων. οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ Υἱοῦ μέλλοντος ἐπ’ ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύσει στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν. ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίᾳ περιβάλλει, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων. Οἰκουμενίου. Ἢ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ, ὅτι εἰς αὐτὴν εἰς ἣν καὶ ἡμεῖς, ἐλευθερουμένη τῆς φθορᾶς ἡ κτίσις, ἐλεύσεται.
Θεοδώρου Μονάχου. οἷον ἐκ φθαρτῆς ἄφθαρτος ἔσται. καὶ ἄλλως δὲ ἡ ὑλώδης, φησὶ, φύσις ἐδουλώθη τῷ πονηρῷ, καὶ ἐπιβουλεύεται ὑπ’ αὐτοῦ πολλάκις κατὰ συγχώρησιν Θεοῦ. ὥστε καὶ λοιμοὺς καὶ πολέμους, καὶ ἄλλας φθορὰς ὑπ’ αὐτοῦ κατασκευά- ζεσθαι. καὶ γὰρ εἰκὸς τῶν ἐνοικούντων εὐσεβῶς διαγόντων, ἔχειν χώραν τὸν πονηρὸν ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν κακώσει, τὰ περὶ αὐτὰ στοιχεῖα κακοῦν. ὣν γινομένων· αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις, στενάζουσι καὶ ὠδίνουσι, καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν. ἐν ᾗ καὶ ἡ κτίσις συνελευθερωθεῖσα, τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον, τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ. ὡς καὶ νῦν φαμὲν, ἡ οἰκία θορυβοῦται, ἡ πόλις ἀγανακτεῖ. ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων, τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες. καὶ καθ’ ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι τῆς δουλείας τῆς φθορᾶς. ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ἡ κτίσις ὑπὸ τῶν συνδούλων αὐτῆς, “ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ “κτίσει παρὰ τὸν κτίσαντα.” ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα τιμῆς, βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται προσκυνουμένη ματαίαν προσκύνησιν ὕπο τῶν ἀνθρώπων· καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς· οὐδὲ ἐξ ἀρχῆς ἑλοῦσα, οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ· ἀλλ’ ὑπετάγη, συγχωρήσαντος τοῦ Θεοῦ· καὶ ὑπετάγη, ἐπ’ ἐλπίδι μελλούσῃ. “ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται.” πότε δέ; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων. διὸ καὶ “ ἡ ἀποκαραδοκία τῆς κτίσεως “ τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται·” ὅτε καὶ πάντα ἀνακαινισθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. τουτέστι, τοῦ διαβόλου. φθορὰν γὰρ, τὸν διάβολον ἔστιν εἰπεῖν, ὡς καὶ μα- ταιοτητα.
Γρηγορίου Νύσσησ. Ἢ ἀποκαραδοκίαν τῆς κτίσεως, καὶ ἀντὶ τοῦ τῶν Ἀγγέλων νοητέον, καθὰ καὶ ἀνωτέρω δεδήλωται· ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς Ἀγγέλοις ἐπὶ τοῖς ἀνασωζομένοις ἐξ ἁμαρτίας. διότι ἡ κτίσις ἐκείνη μέχρι τοῦ νῦν συστενάζει καὶ συνωδίνει τῆ καθ’ ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώ-
Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς τοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν του σώματος ἤμων.
Χρυσοστόμου. Ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ οὕτω λέγων. μὴ γένῃ τῆς κτίσεως χείρων· καὶ τοῖς παροῦσιν ἐμφιλοχωρήσῃς. οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ καὶ στενάζειν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας. εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλλον σὲ δίκαιον τοῦτο ἐπιδείκνυσθαι, τὸν λόγῳ τετιμημένον.
Θεοδωρήτου. Ἐνταῦθα δὲ καὶ τὴν ἀόρατον συμπεριέλαβε κτίσιν. “πᾶσα” γὰρ εἶπεν “ἡ κτίσις.” εἰς ἀκριβεστέραν δὲ τοῦ χωρίου, τῆς εὐαγγελικῆς ἀναμνήσω φωνῆς· ὃ γὰρ Κύριος ἔφη, καὶ τοὺς Ἀγγέλους ἐν τῷ οὐρανῷ χαίρειν ἐπὶ ἀνθρώπῳ μετανοοῦντι. εἰ δὲ χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν ἁμαρτωλοῖς, καὶ ἀθυμοῦσι δηλονότι, τὰς ἡμετέρας παρανομίας ὁρῶντες.
Κυρίλλου. Εἰ δὲ στενάζει μὲν ἡ κτίσις πᾶσα, καὶ ἀπεκδέχεται τὴν ἀπολύτρωσιν τῶν υἱῶν τοῦ Θεοῦ καὶ τὴν ἐλευθερίαν· οὔτε δὲ στενάζων ὁ υἱὸς φαίνεται, οὔτε τὴν υἱοποιίαν ἣ ἐλευθερίαν ἐκδέχεται. ἀλλ’ αὐτός ἐστιν ὁ τὴν ἐλπίδα τῆς γνώσεως ἀποπληρῶν, καὶ εἰς υἱοθεσίαν τοὺς στενάζοντας καλῶν, καὶ τῆς ἐλευθερίας δοτὴρ, οὐκ ἄρα ἐν τοῖς πᾶσιν ἐστὶν, οὐδὲ τῇ κτίσει καταριθμηθήσεται. ἀλλ’ ἕτερός ἐστι παρ’ αὐτήν. καὶ τὰ μὲν, ὡς κτίσματα στενάζει τοῦ βοηθοῦντος δεόμενα. ὁ δὲ, ὡς Υἱὸς ἐλευθεροῖ τὰ τῷ τῆς δουλείας δεσμῷ συνεχόμενα.
Χρυσοστόμου. Ἀλλ᾿ οὔπω μέγα εἰς ἐντροπὴν τὸ τὴν κτίσιν
Κυρίλλου. Τὸ γοῦν ἐφ’ ἡμῖν γίνεσθαι πεφυκὸς, δέχεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων. “ αὐτοὶ γὰρ ἡμεῖς,” φησι, “ οἱ “ ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν “ βαρυνόμενοι. υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ “ μάτος ἡμῶν.” ἀληθὲς γὰρ ὅτι φθαρτὸν σῶμα, βαρύνει ψυχήν. καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Ἁγίου Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς
Θεολωρήτου. Εἰ καὶ ε7πε τοίνυν, ὅτι ἐλάβομεν πνεῦμα υἱοθεσίας. ἀλλ’ ὅμως, διδάσκει σαφέστερον, ὅτι τὸ μὲν ὄνομα νῦν ἐλάβομεν, τοῦ δέ γε πράγματος, τότε μεθέξομεν, ὅταν ἡμῶν ἀπαλ- λαγῇ τὰ σώματα τῆς φθορᾶς, καὶ τὴν ἀθανασίαν ἐνδύσηται.
τῇ γὰρ ἐλπίδι ἐσώθη μὲν. ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τίς, τί καὶ ἐλπίζει ; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.
Χρυσοστόμου. Ἐπειδὴ τῇ τῶν μελλόντων ἐνδιέτριψεν ὑπο- σχέσει. ἐδόκει δὲ τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατήν. εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθά· πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωμένων ἐστὶ σαφέστερα· καὶ πολλὰ περὶ τῶν ἤδη δεδομέ- δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλά- βομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εν̓γέ. νειαν ἡμῶν προσδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησὶ, ** τῇ γὰρ ἐλ- πίδι ἐσώθημεν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οὐ δεῖ πάντα ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ. καὶ διὰ ταύτης μόνον ἐσώθημεν τῆς ὁδοῦ. ἃν τοίνυν αὐτὴν ἀπολέ-
Ανωθεν δέ τις ἀπὸ τοῦ, “ τὴν υἱοθεσίαν ἀπεκδεχόμενος,” ἀρξάμενος, οὕτως ἔφη περὶ τούτων.
Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.