Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Δείκνυσι πόθεν δυνατοὶ γεγόναμεν νῦν, μὴ κατὰ σάρκα περιπατεῖν· “ ὁ νόμος,” φησὶ, “τοῦ Πνεύματος, “ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας.” νόμον Πνεύμα- τος, τὸ Πνεῦμα καλῶν. ὥσπερ γὰρ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν, οὕτω νόμον τοῦ Πνεύματος, τὸ Πνεῦμα φησίν. καίτοι καὶ τὸν Μώσεως, οὕτως ἐκάλεσέ λέγων· “οἴδάμεν ὅτι ὁ νόμος πνευ- “ματικός ἐστι.” τι οὖν τὸ μέσον; πολὺ καὶ ἄπειρον. ἐκεῖνος

211
μὲν γὰρ πνευματικός. οὗτος δὲ, νόμος Πνεύματος. καί τι τοῦτο ἐκείνου διέστηκεν; ὅτι ὁ μὲν, ὑπὸ Πνεύμάτος ἐδόθη μόνον· οὗτος δὲ καὶ Πνεῦμα ἐχορήγει δαψιλὲς τοῖς ὑποδεχομένοις αὐτόν. διὸ καὶ ζωῆς αὐτὸν νόμον ἐκάλεσε· πρὸς ἀντιδιαστολὴν ἐκείνου τοῦ τῆς ἁμαρτίας· οὐ τοῦ Μωσαϊκοῦ. ὅταν γὰρ λέγῃ, “ἠλευθέρωσέ “με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας,” οὐ τὸ, Μωσαϊκὸν νόμον λέγει ἐνταῦθα. οὐδαμοῦ γὰρ αὐτὸν νόμον ἁμαρτίας καλεῖ. πῶς γάρ; ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασε, καὶ ἁμαρτίας ἀναιρετικόν. ἀλλ’ ἐκεῖνον ’τον ἀντιστρατευόμενον τῳ νόμῳ του νόος. τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεμον. θανατώσασα τὴν ἁμαρτίαν, ἡ τοῦ Πνεύματος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡμῖν, καὶ πρότερον στεφανώσασα. καὶ τότε, μέτα πολλῆς τῆς συμμαχίας, ἐπὶ τὰ παλαίσματα ἑλκύσασα ταῦτα· ὅπερ δὲ ἀεὶ ποιεῖ· ἀπὸ τοῦ Υἱοῦ εἰς τὸ Πνεῦμα μεταβαίνων· ἀπὸ τοῦ Πνεύματος, εἰς τὸν Υἱὸν καὶ τὸν Πατέρα. τῇ Τρίαδι πάντα τὰ ὑπὲρ ἡμῶν \λογιζόμενος· τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· καὶ γὰρ εἰπὼν, “τίς με “ῥύσεται ἐκ τοῦ σώματος τοῦ P θανάτου τούτου;“ἔδειξε καὶ τὸν Πατέρα διὰ τοῦ Υἱοῦ τοῦτο ποιοῦντα. εἶτα πάλιν τὸ Πνεῦμα τὸ Ἁγιον μετὰ τοῦ Υἱοῦ. “ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, “ἠλευθέρωσέ με,” φησὶν, “ἐν Χριστῷ Ἰησοῦ.”

Κυρίλλου. Ἢ ὥσπερ καὶ ἁμαρτίας καὶ θανάτου νόμον τὸ σαρκικὸν ὀνομάζει κἀς ἑτέραν ἔννοιαν φρόνημα· πρὸς πᾶν εἶδος φαυλότητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμος Πνεύματος ζωῆς, τὸ θέλημα τὸ πνευματικόν· τουτέστι, τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν. ἀλλ’ “ὁ μὲν σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς δαρ- “κὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύ- “μάτος θερίσει ζωὴν αἰώνιον.” οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἦν μὲν ἐν ἡμῖν καὶ πάλαι. ἐδουλεύομεν γὰρ τῷ νοῒ, νόμῳ Θεοῦ. ἀλλ’ ἠρρώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν· καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἡττώμενος, κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν ἀποβαλὼν, ἐρρώσθη διὰ Χριστοῦ· κατεσφραγίσμεθα γὰρ δι’ αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν ἐξ ὕψους δύναμιν ἠμφιέ- [*](p Ab ead. m. i. marg. γρ. καὶ τοῦ ἀθλίου.)

212
σμεθα· ταύτῃ τοι καὶ λελυτρώμεθα· καὶ ὑπεζεύγμεθα μὲν οὐκέτι τῷ κακῷ, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ, τὸ νενευκὸς εἰς ἀγαθοεργίαν, καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀσθενείας ἐκείνης ἀπήλλακται τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν, καὶ τοῦ τῆς σαρκὸς κατευμεγεθήσας νόμου, “ἠλευθέρωσέ με,” φησίν· οὐκ αὐτός που πάντως τὴν ἐλευθερίαν διδούς· γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος, τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας πᾶσά πὼς ἀνάγκη, καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς, ἐλευθερωμένους τὲ διὰ Χριστοῦ, δεῖ δὴ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ.

Θεοδώρου Μονάχου. Ἣ νόμον Πνεύματος, τὸν εὐαγγελικὸν φησὶ νόμον. οὗτος γὰρ κυρίως τοῦ νεύματος νόμος.

Τοῦ Αὐτοῦ. Διήλεγξε τοίνυν ἀνωτέρω τὴν πρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν μάχην, ἵνα δείξη τὰ διὰ τῆς σαρκώσεως τοῦ Λόγου γεγονότα ἡμῖν κατορθώματα. τὴν ἕνωσιν καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τοῦ λουτροῦ τῆς παλινγενεσίας· δι’ ἧς καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐλάβομεν διὰ Πνεύματος Ἄγ’ ἴου. οὐκοῦν ὑπὸ Χριστὸν οἱ ὄντες, οὐκ εἰσὶν ὑπὸ ·κατάκριμα· ἐπειδὴ μὴ δὲ κατὰ σάρκα περιπατοῦσιν· εἰ γὰρ καὶ οἱ πάλαι τῇ μὲν διανοίᾳ ἕτοιμοι ἦσαν πληροῦν τὸν νόμον, ἀνθείλκοντο δὲ ἐπὶ τὴν ἁμαρτίαν διὰ τὸ ἀνέδην τρυφᾶν, καὶ κατὰ σάρκα ζῆν. ἀλλ’ οὐ πάσχουσι τοῦτο καὶ οἱ ἐν Χριστῷ περιπατοῦντες, ὡς μὴ τὸν νόμον φυλάσσοντες τὸν κατακρίνοντα, καταφυγόντες δὲ ἐπὶ τὸν Κύριον τὸν μὴ κατακρίνοντα, ἀλλὰ ῥυόμενον ἀπὸ τῆς κατακρίσεως διὰ τοῦ λουτροῦ· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ νόμος ποιῆσαι Μώσεως, ῥύσασθαι ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, τοῦτο ὁ νόμος τοῦ Πνεύματος ἐν Χριστῷ ἐποίησε· τουτέστιν, ἡ χάρις τοῦ Κυρίου ἡ ζωοποιός. νόμον δὲ Πνεύματος μάτος εἶπεν, ἀντιδιαστέλλων πρὸς τὸν νόμον τοῦ γράμματος.

Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Ἀλλ᾿ ἐν τούτοις ὅρα ὅτι τὸν νόμον ἀνωτέρω καλέσας πνευματικόν· τουτέστι τὸν διὰ τοῦ Πνεύματος, ἐν ἔφη, ἔφη, “οἴδαμεν ὅτι ὁ νόμος πνευματικὸς ἐστὶν,” εὐθὺς αὐτὸν νόμον Θεοῦ ἀπεκάλεσεν, εἰπὼν “συνήδομαι τῷ νόμῳ

213
“τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.” νῦν δὲ γυμνότερον ὅτι Θεὸς εἴη τὸ Πνεῦμα ἔδειξε, βοῶν, “ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς “ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ Με.” ἵνα μὴ μόνον νομοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ’ ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. καὶ τίς ἡ ζωὴ, ἣ πάντως ὁ λέγων Χριστὸς, “ἐγὼ εἰμὶ ἡ “ἀλήθεια καὶ ἡ ζωή;“νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτοῦ νομοθετεῖ.

Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ Θεοῦ πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.

Κυρίλλου. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίαν· ἰδιώτης δέ φησιν εἰναι τῷ λόγῳ. ταύτῃ τοι φαμὲν ἐρυθριῶντες οὐδέν· ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων λείπει τί βραχὺ πρὸς ἐντελῆ διασάφησιν. ἐδεῖ γὰρ εἰπεῖν “τὸ γὰρ “ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκὸς,” λέλυται τυχὸν ἣ πέπαυται. εἰτα προσενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν· “ὁ γὰρ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, “καὶ περὶ ἁμαρτίας, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,” καὶ τὰ τούτοις ἐφεξῆς. ἐχούσης δὲ ὦδε τῆς τῶν λέξεων συνθήκης, κάταγε τὸν ἐνόντα σκοπὸν αὐτῷ, φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θεραπείας τὸν τρόπον· πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου νοοῖτο· καὶ ποίου νόμου; λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας τόν τε τοῦ Θεοῦ νόμον· φημὶ δὲ δὴ τὸν ἐν γράμμασι· καὶ τόν γε τοῦ Πνεύματος, κἀς ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθόν. κἂν εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνασθαι δρᾶν αὐτό. ἔφη γάρ· ὅτι” τὸ γὰρ θέλειν “παράκειται μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὔ.” πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας· καὶ τοῦ τῆς σαρκός μου νόμου καταστρέφοντος ὃς εἰς τὰ οἰκεῖα, καὶ οὐχ ἑκόντα τὸν νοῦν. κατὰ τὸν

214
αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον, νοοῖτ’ ἃν εἰκότως νόμου τὸ ἀδύνατον· τοῦ τε ἐν γράμμασι καὶ διὰ Μώσεως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν. καθ’ ὃν “καὶ τὰ ἔθνη, καὶ τοι “τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα “φαίνεται· καὶ νόμος εἰσὶν ἑαυτοῖς. ἐνδείκνυται γὰρ τὸ ἔρ- “ γον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν.” καθὰ γέγραπται.

Ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός. ὁ μὲν γὰρ ἐν γράμμασι νόμος, διδάσκαλος ἦν εὐκοσμίας, καὶ τῶν ἀρίστων εἰσηγητής. δεδικαίωκε δὲ παντελῶς οὐδένα. ὁ γε μὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος· ἀπονένευκε μὲν εἰς τὸ ἀγαθόν· ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον· τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν, εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ’ οὐδένα τρόπον ὁ τοῦ πνεύματος, ἤτοι τού νοὸς, ἀσθενήσει νόμος. νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι. ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ, καὶ Πατρὸς, ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας· ἵνα τὴν ἁμαρτίαν κατακρίνῃ ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν. καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἃν λέγοιντο ἁμαρτίας, διά τε τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τίς ἃν, οὐχ ἁμαρτίας εἶναι σάρκα; μὴ γένοιτο. ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας. τουτέστι προσεοικὸς μὲν τοῖς ἡμετέροις σώμασιν· οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν· ίαν· ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεώς· καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἃν οὐδεὶς ἐκεῖνο εἰπεῖν· ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἃν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα. ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκηκεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις. ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατορθούμενον. μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς. ὅταν γὰρ καὶ ἐν ἡμῖν αὐλίζηται Χριστὸς διὰ τοῦ Ἁγίου Πνεύματος,

215
καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. ἀληθὲς οὖν ὅτι “τὸ ἀδύνατον “τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, πέπαυται διὰ Χριστοῦ.” κατακρίναντός τε καὶ κατηργηκότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν. πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου. τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου. ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετήν. τοῦ ἐν ἡμῖν ὄντος κατ’ οὐδένα τρόπον ὡς ἔφην ἀσθενοῦντος νόμου ἔστι, διὰ τὸ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι, ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς.