Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Κυρίδδου. Ἢ ματαιότητα ἐνθάδε φησὶν τοὺς ζῶντας ἐν ματαιότητι· τουτέστιν, ἐν φρονήματι σαρκικῷ. περὶ ὣν ἂν λέγοιτο καὶ μάλα εἰκότως, “ ἄνθρωπος ματαιότητι ὡμοιώθη.” καὶ μὴν ὅτι παρεσυνεβλήθη τῆς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται· καὶ οὔ τι που πάντως ἑκοῦσα. πόθεν; πῶς δὲ δὴ

250
ἄρα καὶ τοῦτο φαμέν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ’ ἡμᾶς οὐδὲν, ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις. οὐ γάρ ἐστι λογική. ἀλλ’ εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἃν ἠνέσχετο, φησὶν, τῆς οὕτως αἰσχρᾶς δουλείας· οὐδ’ ἃν ἠθέλησεν ὑποτετάχθαι καὶ ὑπηρετεῖν τοῖς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων, ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις. ἀλλ’ ἐπ’ ἐλπίδι, φησὶν, τῶν σωθησομένων, καὶ τῶν κατὰ καιροὺς ἁγίων τὲ καὶ ἐκλεκτῶν ὑποτέτακται τέως. καταζεύγνυντος αὐτὴν τοῦ Θεοῦ, καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτόν. ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις. ἀλύει μὲν γὰρ μονονουχὶ, καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ αὐτῇ ἦν τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ’ ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώξασα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ.

Γενναδίου. Ματαιότητα τοιγαροῦν λεκτέον τὸν παρόντα τοῦτον βίον ἡμῶν· λέγοντος ἄντικρυς τοῦ Ἀποστόλου. ἐπεὶ τίνος χάριν οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν, ἅπασα συνετείνετο μὴ ἐπ’ ἐλπίσι τοιαύταις ποιεῖν αὐτῇ, Θεοῦ τοῦτο νομοθετήσαντος; καὶ τὸ, “ οὐχ ἑκοῦσα,’ ἣ προσωποποιήσας εἴρηκε, κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ὡς εἶπον, τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις ἣ καὶ διὰ τοὺς Ἀγγέλους τυχόν ἱν ἀπὸ τοῦ κρείττονος μέρους ὡσπερεὶ πάσης ἀύτης ᾖ τὸ λεγόμενον.

Κυρίκκου. Οὐκοῦν εἴπερ εἶναι φασὶν κτιστὸν τὲ καὶ ποιητὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι καὶ αὐτὸ τῇ ματαιότητι· καὶ συστενάζειν μὲν καὶ συνωδίνειν· εἶναι τὲ νῦν ὥσπερ ἐν δουλείᾳ· ἐλευθερωθήσεσθαι o δὲ μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. εἶτα ποῖ ποτε ὁ Παῦλος ἡμῖν οἰχήσεται λέγων, “ οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν “ φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. ἐν ᾧ κράζομεν “ ὁ πατήρ;” εἰ δοῦλον ἐστὶν, ὡς κτιστὸν καὶ ποιητὸν τὸ Πνεῦμα Ἅγιον, πῶς ἐν αὐτῷ κράζομεν ἀββᾶ ὁ πατήρ; ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἃν γένοιτο. ἀναμορφοῖ δὲ μᾶλ- [*](ο Cod. ἐλευθερωθήσεσθε.)

251
λον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα· μετόχους ἀποδεικνύον τῆς οἰκείας φύσεως. οὐκ ἄρα δοῦλον ἐστίν. εἰ δὲ δὴ τοῦτο, οὐ κτίσμα. τὸ δὲ καὶ τὸ εἰναι κτίσμα, καὶ τὸ ἐν δούλοις τετάχθαι διαφυγὸν, τῆς θείας λοιπὸν ἃν εἴη οὐσίας δηλαδή.

Χρυσοστόμου. Ἀλλ’ εἰπὲ λοιπὸν καὶ ἐπὶ ποίᾳ ἐλπίδι.