Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Τί δέ ἐστι “ τῆ ματαιότητι, ἡ κτίσις ὑπε- “τάγη;” φθαρτὴ γέγονε. διατί; διὰ σὲ τὸν ἄνθρωπον· ἐπειδὴ γὰρ σῶμα ἔλαβες θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο, καὶ ἀκάνθας ἤνεγκε καὶ τρίβολόν. ὅτι δὲ καὶ ὁ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τοῦ προφήτου λέγοντος, “ καταρχὰς, Κύριε, τὴν γῆν “ μελίωσας. καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπο- “ λοῦνται. σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον- “ τᾶι· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. καὶ Ἡσαίας δὲ ταῦτα ἐμφαίνων ἔλεγεν, “ ἐμβλέψατε εἰς τὸν “ οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω. ὅτι ὁ οὐρανὸς ὡς καπνὸς “ ἐστερεώθη. ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ “ κοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται.” εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις; πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; ὁ μὲν γάρ φησιν, “ ὡς ἱμάτιον ἑλίξει αὐτοὺς, καὶ ἀλλαγήσονται.” ὁ δὲ Ἡσαίας. “ οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦν- “τᾶι.” οὐ παντελῆ λέγων ἀπώλειαν. οὐδὲ γὰρ οἱ κατοικοῦντες ἀυτὴν, τουτεστιν ἄνθρωποι, ταύτην ὑποστήσονται· ἀλλὰ τὴν πρόσκαιρον. καὶ δι’ αὐτῆς, ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται· ὥσπερ οὖν καὶ ἡ κτίσις. ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν ὡς ταῦτα, παρεδή-
Θεοδωρήτου. Ματαιότητα μὲν οὖν, τὴν φθορὰν λέγει. τοῦτο γὰρ μετ’ ὀλίγα διδάσκει. “ ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσε- “ται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” διδάσκει δὲ, ὡς πᾶσα ἡ κτίσις ἡ ὁρωμένη, θνητὴν ἔλαχε φύσιν. ἐπειδήπερ τῶν ὅλων ὁ ποιητὴς προεώρα τοῦ Ἀδὰμ τὴν παράβασιν, καὶ τὴν ἐπενεχθησομένην αὐτῷ τοῦ θανάτου ψῆφον. οὐ γὰρ ἦν εἰκὸς οὐδὲ δίκαιον, τὰ μὲν δι’ αὐτὸν γεγενημένα μεταλαχεῖν ἀφθαρσίας· αὐτὸν δὲ, οὗ χάριν ταῦτα ἐπεποίητο, θνητὸν εἶναι καὶ παθητόν. τούτου δέ γε διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν λαμβάνοντος, κἀκεῖνα ὡσαύτως μεταλαμβάνει τῆς ἀφθαρσίας. λέγει τοίνυν, ὅτι ταύτην ἀναμένει τῶν πραγμάτων τὴν μεταβολὴν ἡ ὁρωμένη κτίσις. τρεπτὴ γὰρ ἐγένετο· οὐχ ἑκοῦσα μὲν, τοῦ δὲ δημιουργήσαντος ἀσπασαμένη τὸν ὅρον. τὴν δὲ περὶ ἡμᾶς ὁρῶσα κηδεμονίαν, ἔχει τῆς μεταβολῆς τὴν ἐλπίδα.
Κυρίδδου. Ἢ ματαιότητα ἐνθάδε φησὶν τοὺς ζῶντας ἐν ματαιότητι· τουτέστιν, ἐν φρονήματι σαρκικῷ. περὶ ὣν ἂν λέγοιτο καὶ μάλα εἰκότως, “ ἄνθρωπος ματαιότητι ὡμοιώθη.” καὶ μὴν ὅτι παρεσυνεβλήθη τῆς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται· καὶ οὔ τι που πάντως ἑκοῦσα. πόθεν; πῶς δὲ δὴ
Γενναδίου. Ματαιότητα τοιγαροῦν λεκτέον τὸν παρόντα τοῦτον βίον ἡμῶν· λέγοντος ἄντικρυς τοῦ Ἀποστόλου. ἐπεὶ τίνος χάριν οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν, ἅπασα συνετείνετο μὴ ἐπ’ ἐλπίσι τοιαύταις ποιεῖν αὐτῇ, Θεοῦ τοῦτο νομοθετήσαντος; καὶ τὸ, “ οὐχ ἑκοῦσα,’ ἣ προσωποποιήσας εἴρηκε, κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ὡς εἶπον, τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις ἣ καὶ διὰ τοὺς Ἀγγέλους τυχόν ἱν ἀπὸ τοῦ κρείττονος μέρους ὡσπερεὶ πάσης ἀύτης ᾖ τὸ λεγόμενον.
Κυρίκκου. Οὐκοῦν εἴπερ εἶναι φασὶν κτιστὸν τὲ καὶ ποιητὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι καὶ αὐτὸ τῇ ματαιότητι· καὶ συστενάζειν μὲν καὶ συνωδίνειν· εἶναι τὲ νῦν ὥσπερ ἐν δουλείᾳ· ἐλευθερωθήσεσθαι o δὲ μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. εἶτα ποῖ ποτε ὁ Παῦλος ἡμῖν οἰχήσεται λέγων, “ οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν “ φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. ἐν ᾧ κράζομεν “ ὁ πατήρ;” εἰ δοῦλον ἐστὶν, ὡς κτιστὸν καὶ ποιητὸν τὸ Πνεῦμα Ἅγιον, πῶς ἐν αὐτῷ κράζομεν ἀββᾶ ὁ πατήρ; ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἃν γένοιτο. ἀναμορφοῖ δὲ μᾶλ- [*](ο Cod. ἐλευθερωθήσεσθε.)
Χρυσοστόμου. Ἀλλ’ εἰπὲ λοιπὸν καὶ ἐπὶ ποίᾳ ἐλπίδι.
Θεοδώρου Μονάχου. Ἕτερος δὲ κτίσιν μὲν λέγειν τὸν Παῦλον νῦν ἀπεφήνατο τὰς ἐφεστηκυίας δυνάμεις ταῖς ἀψύχαις ὕλαις τὰς ταγείσας παρὰ Θεοῦ τὴν κτίσιν διέπειν. ἀποκαραδοκίαν δὲ, τὴν ἀνελπιστίαν. ἡ κτίσις γάρ, φησι, ἐπιμενόντων ἡμῶν τῇ κακίᾳ, καὶ ἐπισφιγγόντων ἑαυτοῖς τοῦ θανάτου τὴν ἀπόφασιν, τόγε ἐφ’ ἡμῖν πολλάκις τὰ καθ’ ἡμᾶς ἀπελπίσασα, ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδοκίαν τῶν μελλόντων, ὅτι ἀναστησόμεθα πάντες εἰς τὸ εἶναι ἀθάνατοι. τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, τὴν ἀνάστασιν λέγει· υἱοθεσίαν, τὴν ἀθανασίαν καλῶν. ὅθεν καὶ ὁ Δαβὰιδ λέγει, “ ἐγὼ εἶπα, θεοὶ ἐστέ.” ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, ὡς οὐκ ἔχοντος λόγον τοῦ ἀποθνήσκειν, τοὺς υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας.