Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Ἀλλ’ εἰπὲ λοιπὸν καὶ ἐπὶ ποίᾳ ἐλπίδι.

Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

Χρυσοστόμου. Ti ἐστι καὶ αὐτή; οὐχὶ σὺ μόνος, ἀλλὰ καὶ ὃ σοῦ ἐστι καταδεέστερον, καὶ οὐ μετέχει λογισμοῦ οὐδὲ αἰσθήσεως, καὶ τοῦτο σοι κοινωνήσει τῶν ἀγαθῶν. “ ἐλευθερωθήσεται “ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” τουτέστιν. οὐκέτι ἔσται ἀλλ’ ἀκολουθήσει τῇ τοῦ σώματος εὐμορφία τοῦ σοῦ. ὥσπερ γὰρ γενομένου φθαρτοῦ, γέγονεν ἐκείνη τοιαύτη, οὕτως ἀφθάρτου κατάσταντος, καὶ αὐτὴ ἕψεται πάντως. ὅπερ οὖν δεικνὺς ἐπήγαγεν, “ εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Φεοῦ.” διὰ τὴν ἐλευθερίαν. καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικόν· ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις φησί. ὁρᾷς τὸν ἄνθρωπον πανταχοῦ προηγούμενον, καὶ δι’ αὐτὸν ἅπαντα γινόμενα; εἰδες πῶς καὶ παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν; τι γὰρ ἀλγεῖς, φησι, ἐπὶ τοῖς πειρασμοῖς; σὺ διὰ σαυτὸν πάσχεις. ἡ κτίσις, διὰ σέ. οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἀξιόπιστα δείκνυσι τὰ λεγόμενα. εἰ γὰρ ἡ κτίσις ἐλπίζει, ἡ διὰ σὲ πάντα γενομένη, πολλῷ μᾶλλον σύ· δι’ ὃν καὶ ἡ κτίσις ἀπολαύειν μέλλει τῶν ἀγαθῶν ἐκείνων. οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ Υἱοῦ μέλλοντος ἐπ’ ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύσει στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν. ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίᾳ περιβάλλει, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων. Οἰκουμενίου. Ἢ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ, ὅτι εἰς αὐτὴν εἰς ἣν καὶ ἡμεῖς, ἐλευθερουμένη τῆς φθορᾶς ἡ κτίσις, ἐλεύσεται.

252