Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδώρου Μονάχου. Ἢ τάχα τὸ, “οὐκ ἐλάβετε πνεῦμα “ δουλείας,” οὐχ ὡς ὄντος πνεύματος δουλείας εἶπεν, ἀλλ’ ἀντὶ τοῦ, ταῦτα ἐμποιεῖν τὸ πνεῦμα φύσιν οὐκ ἔχει. Πνεύματος ὑμεῖς μετεσχήκατε· οὐχ ἵνα πάλιν ὑπὸ δουλείαν ἦτε, καὶ φόβον, κατὰ

240
τοὺς ἐν νόμῳ. ταῦτα γὰρ ἐνεῖναι τοῖς παντελῆ τοῦ Πνεύματος δεξαμένοις τὴν χάριν, οὐχ ὄνον τε. ἐλάβετε δὲ Πνεῦμα υἱοὺς ἐργαζόμενον.

Χρυσοστόμου. Καὶ ἑτέραν δὲ ποιεῖται ἀπόδειξιν, τοῦ πνεῦμα υἱοθεσίας ἔχειν. ποῖον δὴ τοῦτο ; ὅτι “κράζομεν ἀββᾶ ὁ πατήρ. τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται καλῶς, ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι λέγειν τὸ ῥῆμα. τι οὑν φησί; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι πατέρα τὸν Θεόν ; οὐκ ἀκούεις Μώσεως λέγοντος, “ Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες;” καὶ τοῦ Μαλαχίου ὀνειδίζοντος καὶ λέγοντος, “ὅτι Θεὸς εἷς ἔκτισεν “ ἡμᾶς.” καὶ "πατὴρ εἷς πάντων ὑμῶν;” ἀλλ’ εἰ καὶ ταῦτα, καὶ πλείονα τούτων εἴρηται, οὐδαμοῦ τοῦτο εὑρίσκομεν αὐτοὺς καλοῦντας τὸ ῥῆμα τὸν Θεὸν, οὐδὲ εὐχομένους οὕτω. ἡμεῖς δὲ ἅπαντες, οὕτως εὔχεσθαι ἐκελεύσθημεν n. ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ’ ἐξ οἰκείας διανοίας. οἱ δὲ ἐν τῇ χάριτι, ἀπὸ πνευματικῆς ἐνεργείας κινούμενοι. ὥσπερ γὰρ πνεῦμα σοφίας ἐστὶ, καθὸ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο· καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας· καὶ πνεῦμα δυνάμεως, καθὸ οἱ ἀσθενεῖς νεκροὺς ἤγειραν o· οὕτω καὶ πνεῦμα υἱοθεσίας. καὶ ὥσπερ ἴσμεν τὸ πνεῦμα τῆς προφητείας, ἀφ’ ὣν ὁ ἔχων αὐτὸ προλέγει τὰ μέλλοντα· οὐκ οἰκείᾳ φθεγγόμενος διανοίᾳ, ἀλλ’ ὑπὸ τῆς χάριτος κινούμενος· οὕτω δὴ καὶ πνεῦμα υἱοθεσίας· ἀφ’ οὗ ὁ λαβὼν, πατέρα καλεῖ τὸν Θεόν· ὑπὸ τοῦ πνεύματος κινούμενος. ὃ δὴ βουλόμενος δεῖξαι γνησιότητος ὂν, καὶ τῆ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ. οὐ γὰρ εἶπε μόνον ὁ πατὴρ, ἀλλὰ “ ἀββᾶ ὁ πατήρ.” ὅπερ τῶν παίδων μάλιστά ἐστι τῶν γνησίων πρὸς πατέρας ῥῆμα.

Θεοδωρήτου. Ἢ καὶ ἐπειδὴ τῶν νηπίων ἴδιόν ἐστι, τὸ, ἀββᾶ καλεῖν τοὺς πατέρας· νήπιοι δὲ κατὰ τὸν παρόντα βίον ἦσαν, οἱ διὰ τοῦ βαπτίσματος ἠξιωμένοι τῆς υἱότητος· τὴν τελείαν καὶ ἀληθῆ ἐπὶ τοῦ μέλλοντος προσδοκῶντες αἰῶνος. τὸ οὖν ἀββᾶ ὁ πατὴρ τέθεικε· τὸ μὲν, εἰς μήνυσιν τῆς προσδοκωμένης τελειότητος· τὸ δὲ, σύμβολον τῆς παρούσης καταστάσεως· ἐν ᾗ νηπίων δίκην οὐχ ὁλοτελῆ τῶν ἀγαθῶν τὴν μετουσίαν ἐκομίσαντο. Κυρίλλου. Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ Ἅγιον υἱοὺς ἀποδεικνύει [*](n I. m. a m. rec. desunt quædam. ο Desunt quædam.)

241
Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται φύσεως κοινωνούς· ὡς ἐντεῦθεν ἡμᾶς ἡνωμένους τῷ ὑπὲρ πάντας ὄντι Θεῷ, μετὰ παρρησίας ἀναβοᾶν, ἀββᾶ ὁ πατὴρ, οὐκ ἐν δούλοις οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται· φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα· ἐξ αὐτῆς τὲ ὑπάρχον καὶ παρ’ αὐτῆς τοῖς ἁγίοις δι’ Υἱοῦ χορηγούμενον. διά τοι τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν τους εν ὄις ἀν’ γενοιτο.

Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. εἰ δὲ τέκνα, καὶ κληρονόμοι. κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.

Χρυσοστόμου. Εἰπὼν τὴν ἀπὸ τῆς πολιτείας διαφορὰν, καὶ τὴν ἀπὸ τῆς χάριτος τῆς δεδομένης ἐλευθερίαν, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆς τῆς κατὰ τὴν υἱοθεσίαν ταύτην. “ αὐτὸ τὸ “ Πνεῦμα,” λέγων, ὅτι “ τῷ πνεύματι ἡμῶν μαρτυρεῖ, ὅτι ἐσμὲν “ τέκνα Φεοῦ.” οὐκ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ’ ἧς ἡ φωνὴ τίκτεται. τοῦ γὰρ πνεύματος ὑπαγορεύοντος ταῦτα λέγομεν. ὅπερ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν, “ ὅτι ἐξαπέστειλε ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς “ δίας ἡμῶν, κράζον ἀββᾶ ὁ πατήρ.·’ τί δέ ἐστι τὸ πνεῦμα τῷ πνεύματι μαρτυρεῖ; ὁ παράκλητος φησὶν τῶ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. οὐ γὰρ τοῦ χαρίσματος ἐστὶ μόνον ἡ φωνὴ, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν παρακλήτου. αὐτὸς γὰρ ἡμᾶς οὕτως ἐδίδαξε διὰ τοῦ χαρίσματος φθέγγεσθαι. ὅταν δὲ τὸ Πνεῦμα μαρτυῇ, ποία λοιπὸν ἀμφισβήτησις; εἰ μὲν γὰρ ἄνθρωπος ἡ ἄγγελος ἣ ἄλλη τίς τοιαύτη δύναμις τοῦτο ὑπισχνεῖτο, ἀμφιβάλλειν εἰκὸς ἦν τινάς. τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαμένης τοῦτο, δι’ ὧν ἐκέλευσεν εὔχεσθαι, μαρτυρούσης ἡμῖν, τίς ἃν λοιπὸν ἀμφισβητήσειε περὶ τῆς ἀξίας;

Γενναδίου. “ Αὐτὸ μὲν γὰρ τὸ Πνεῦμα.” τὴν τοῦ Ἁγίου Πνεύματος ὑπόστασιν λέγει. πνεῦμα δὲ ἡμῶν τὴν ἀπ’ ἐκείνου δεδομένην χάριν ἡμῖν, ἣν εἴωθεν ἰδίαν τῶν λαβόντων καλεῖν. ὡς ἐν τῶ, “ συνελθόντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνύματος.” καὶ, “ ὁλόκληρον

242
“ὑμῶν τὸ πνεῦμα.” καὶ “ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη.” ὥσπερ γὰρ ἥλιος μέν ἐστιν αὐτὸ τὸ σῶμα τοῦ ἡλίου· λέγεται δὲ καὶ ἡ ἐξ αὐτοῦ ἀκτὶς ὁμωνύμως τῷ ὅλῳ. φαμὲν δὲ τῶν τόπων, τοὺς μὲν, ἔχειν ἥλιον, τοὺς δὲ, ἀνηλίους ὑπάρχειν οὐχ ὡς τῆς ὑποστάσεως τοῦ ἡλίου ἐξισταμένης, ἀλλὰ διὰ τὸ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, τῷ μὲν, τῶν χωρίων προσβάλλειν· τοῦ δὲ, προβόλοις τισὶν ἀπο- κλείεσθαι· οὕτω καὶ τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁμωνύμως τοῦ ἐξ οὗπέρ ἐστιν ἡ θεία λέγει γραφή.