Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Γρηγορίου Νύσσησ. Κοινοῦ γὰρ ὄντος τῷ Υἱῷ καὶ τῷ Πνεύ- ματι του μἦ αναιτιως ἑιναι. ὢς αν μή τις σύγχυσις έκ τούτου περὶ τὸ ὑποκείμενον θεωρηθείη. πάλιν ἐστὶ καὶ διαφορὰν ἐν τῇ κοινότητι ἐξαρεῖν. ὁ μὲν γὰρ μονογενὴς Υἱὸς, ἐκ τοῦ Πατρὸς λέ-

231
γεται· καὶ μέχρι τούτου ὁ λόγος ἵστησι τὸ ἰδίωμα. τὸ δὲ Ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. “ εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὐκ ἔστιν “ αὐτοῦ,” φησὶν ἡ γραφή. οὐκοῦν τὸ μὲν Πνεῦμα τὸ ἐκ Θεοῦ ὃν, καὶ Χριστοῦ Πνεῦμα ἐστιν ὁ δὲ Υἱὸς ἐκ του Θεοῦ ὣν, οὐκέτι καὶ τοῦ Πνεύματος, οὔτε ἐστὶν οὔτε λέγεται. οὐ δὲ ἀντιστρέφει ἡ σχετικὴ αὕτη ἀκολουθία· ὡς δύνασθαι κατὰ τὸ ἶσον ἀντιστραφῆναι τὸν λόγον.

Σευηριανοῦ. Ἐν μέντοι τῷ, “ εἰ δὲ Πνεῦμα Χριστοῦ ἐν “ ὑμῖν,” Πνεῦμα Χριστοῦ ἔφησε λέγεσθαι τις, τὰ χαρίσματα τῆς καινῆς διαθήκης.

Χρυσοστόμου. Ἐκ μὲν οὖν τοῦ μὴ ἔχειν Πνεῦμα Ἅγιον, θάνατος, ἔχθρα εἰς Θεόν· τὸ μὴ δύνασθαι ἀρέσαι τοῖς ἐκείνου νόμοις τὸ μὴ εἶναι ὡς χρὴ, τοῦ Χριστοῦ τὸ μὴ ἔχειν αὐτὸν ἔνοικον. ἐκ δὲ τοῦ Πνεῦμα ἔχειν, τὸ Χριστοῦ εἶναι· τὸ αὐτὸν ἔχειν τὸν Χριστόν· τὸ τοῖς εὐαγγελίοις ἁμιλλᾶσθαι. τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα· τὸ ζωὴν ἀθάνατον ζῆν· τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα· τὸ μετ’ εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον. οὐ δὲ γὰρ εἶπεν ἀργεῖν τὸ σῶμα λοιπὸν τῇ ἁμαρτίᾳ· ἀλλὰ καὶ νεκρὸν εἶναι· ἐπιτείνων τὴν εὐκολίαν τῶν δρόμων. χωρὶς γὰρ πραγμάτων καὶ πόνων ὁ τοιοῦτος στεφανοῦται λοιπόν. διὰ τοῦτο, καὶ τῇ ἁμαρτίᾳ προσέθηκεν. ἵνα μάθῃς ὅτι τὴν πονηρίαν, ἀλλ’ οὐ τὴν φύσιν τοῦ σώματος καθάπαξ ἀνεῖλεν. εἰ γὰρ τοῦτο γένοιτο, πολλὰ καὶ τῶν τὴν ψυχὴν ὠφελῆσαι δυναμένων, ἀνήρηται. οὐ τοίνυν τοῦτο φησί· ἀλλὰ καὶ ζῶν καὶ μένον, νεκρὸν εἶναι βούλεται. τοῦ d γὰρ τὸν υἱὸν ἔχειν· τοῦ τὸ πνεῦμα ἐν ἡμῖν εἶναι, σημεῖον ἐστὶ, τὸ μηδὲν τῶν ἐν τῇ σορῷ κειμένων σωμάτων διαφέρειν ἡμῶν τὰ σώματα πρὸς τὴν τῆς ἁμαρτίας ἐργασίαν. ἀλλὰ μὴ φοβηθῇς νέκρωσιν ἀκούσας· ἔχεις γὰρ τὴν ὄντως ζωήν· ἣν οὐδεὶς διαδέξεται θάνατος. τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος. οὐκ εἴκει θανάτω λοιπόν. ἀλλ’ ἀναλίσκει θάνατον καὶ δαπανᾶ. καὶ ὅπερ ἔλαβεν, ἀθάνατον διατηρεῖ. διόπερ εἰπὼν “τὸ σῶμα [*](d τοῦτο a m. rec. subscript.)

232
“ νεκρὸν,” οὐκ εἶπε τὸ πνεῦμα ζῶν· ἀλλὰ “ ζωή.” ἵνα δείξῃ καὶ ἑτέροις τοῦτο δυνάμενον παρασχεῖν. εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς, καὶ τὴν ἀπόδειξιν. αὕτη δέ ἐστιν ἡ δικαιοσύνη. ἁμαρτίας γὰρ οὐκ οὔσης, οὐδὲ θάνατος φαίνεται. θανάτου δὲ μὴ φαινομένου, ἀκατάλυτος ἡ ζωή.