Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Γενναδίου. Οὐκ εἶπε δὲ κακὸς ἐγὼ ἄνθρωπος· οὐδὲ πονηρὸς, ἀλλὰ “ταλαίπωρος.” προδιηγησάμενος γὰρ καὶ δείξας αὐτὸν, τῷ νῷ μὲν ὁρῶντα πρὸς τὰ καλὰ, ὑποσυρόμενον δὲ πρὸς τὰ φαῦλα τῷ παθητῷ τῆς σαρκὸς, ελότως ὡς ἐλεεινὸν ταλαίπωρον προση- γόρευσε, καὶ οὐχ ὡς μισητὸν πονηρόν. θαυμασιώτατα δὲ ἔφη τὸ, “ τίς .“ἐμφαίνων διὰ τῆς ἀπορήσεως, τὸ τοῦ πράγματος δύσκολον. τίς οὖν ἄρα φησὶ τοσοῦτος, ὅς με τῆς τυραννδος τοῦ σώμα- τος ἀπαλλάξει· ὑφ’ ἧς πρὸς ἁμαρτίαν καθελκόμενος, θανατοῦμαι; σῶμα γὰρ θανάτου, τὸ θανάτου παραίτιον λέγει· ἐκ τοῦ ἀποτε- λέσματος αὐτὸ προσειπών. ὑποδείξας δὲ αὐταρκῶς τὴν ἀνάγκην, καὶ δηλώσας τὸ τοῦ πράγματος μέγεθος, ἐπάγει, μετ’ εὐχαριστίας καὶ ὕμνου τὸν εὐεργέτην δηλῶν. “εὐχαριστῶ τῷ Θεῷ μοῦ διὰ “Ἰησοῦ Χριστοῦ.” τοῦτο λέγων ὅτι χάρις τῷ φιλανθρώπῳ Θεῷ, δωρησαμένῳ τὴν ἀθανασίαν ἡμῖν καὶ τὴν ἀπάθειαν, διὰ τῆς οἰκο- νομίας, τῆς κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ὃς μεγαλο- φώνῳ πρὸς ἡμᾶς κηρύγματι κέκραγε. “δεῦτε πρός με πάντες “οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.”
Σευηριανοῦ. Θεωρήσας τοίνυν τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γενόμενον πόλεμον· καὶ δι’ αὐτοῦ τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, ζητεῖ καταφυγὴν σωτηρίας, καὶ τὸν ῥυόμενον περιβλέπεται· ἵνα αὐτοῦ τὸ σῶμα τοῦ θανάτου, εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα, ὡς εὑρεθέντος τοῦ ῥυομένου, καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν, τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ, “ διὰ Ἰησοῦ Χριστοῦ,” δι’ οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς· οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου τῇ ἁμαρτίᾳ. θέλει γὰρ ζωῆς ἑαυτοῦ εἶναι τὸ σῶμα, οὐ θανάτου, οὐδὲ ἁμαρτίας·
Θεοδωρήτου. Ἢ ἁπλῶς θανάτου σῶμα καλεῖ, ὡς ὑπὸ τὸν θάνατον γεγἐνήμενον τουτέστι θνητόν. ἡ ψυχὴ γὰρ ἀθάνατος· [*](P Leg. vid. ἀπὸ θανάτου.)
Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοὶ· δουλεύω νόμῳ Θεοῦ, τῇ δὴ σαρκὶ, νόμῳ ἁμαρτίας. οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστοῦ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
Κυρίλλου. Μακρὸς μὲν τῷ Παύλῳ ἐκπεποίηται λόγος· βα- σανίζοντι λεπτῶς ἕκαστα τῶν ἐν ἡμῖν καὶ τῆς πλεονεξίας τοὺς τρόπους, οὓς ὑπομένειν ἔθος τὴν ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ. διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ’ ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς, τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος. ἀλύει δὲ σφόδρα καὶ ἀσθενῶν αἰσχύνεται· τό γε μὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν, οὐδαμόθεν ἴσχει· δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταύτῃ τοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν οὐδὲν τὸ παράπαν διά γε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν ὁ θεσπέσιος Παῦλος· εἰ τῷ μὲν νο·ὶ; δουλεύειν τῷ θειῷ διισχυρίσαιτο νόμῳ· τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. καὶ τοῦτο οἶμαί ἐστιν ὅπερ ἔφη· “τὸ γὰρ θέλειν παράκειται μοι. τὸ δὲ κατερ- “γάζεσθαι τὸ καλὸν, οὐ.” πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τό γε ἧκον εἰς νοῦν, καὶ τὴν ἐν αὐτῷ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δουλεύειν νόμῳ. κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ, τὸ οἰκεῖον ὥσπερ ἀντανιστᾶσα θέλημα. ἦν οὐν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυνα-
Χρυσοστόμου. Λέγει τοίνυν ὅτι οὐ τῶν προτερῶν ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχείρωτοι γεγόναμεν. “οὐδὲν “γάρ,” φησι, “νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ “σάρκα περιπατοῦσιν·” ἀλλ’ οὐ πρότερον αὐτὸ εἴρηκεν. ἕως ἀνέμνησε πάλιν τῆς προτέρας καταστάσεως· πρότερον γὰρ εἰπὼν, “ἄρα “οὖν αὐτὸς ἐγὼ τῷ μὲν νο·ὶ· δουλεύω, νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ “νόμῳ ἁμαρτίας,” τότε ἐπήγαγεν· “οὐδὲν ἄρα κατάκριμα νῦν “τοῖς ἐν Χριστῷ Ιησοῦ·” εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοῦς καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνειν, διὰ τοῦτο πρὸς αὐτὸ ἐπείγεται, καὶ οὐχ ἁπλῶς φησι, “τοῖς ἐν Χριστῷ Ἰησοῦ,” ἀλλὰ “τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.” δεικνὺς,ὅτι ἐκ ῥαθυμίας τὸ πᾶν λοιπὸν τῆς ἡμετέρας. δυνατὸν γὰρ νῦν, μὴ κατὰ σάρκα περιπατεῖν· πατεῖν· τότε δὲ δύσκολον ἦν.
Θεοδωρήτου. Οὐ γὰρ περιγίνεται νῦν μὴ βουλομένων ἡμῶν τὰ παθήματα· ἐπειδὴ τοῦ θείου Πνεύματος τὴν χάριν δεδέγμεθα.
Κυρίλλου. Νόμον μὲν οὖν ἁμαρτίας, τὸ ἐν τῇ σαρκὶ πρὸς τὰς ἐκτόπους ἁμαρτίας κίνημα λέγει· Θεοῦ δὲ νόμον, τὴν τοῦ Πνεύματος βούλησιν. πρόδηλον τοίνυν ὅτι Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον· τὸ καὶ νόμους ὁρίζον ἐν ἡμῖν. πρέπει δὲ οὐχ ἑτέρῳ νομοθετεῖν· ἀλλὰ μόνῳ Θεῷ.
Κυρίλλου. Τέως δὲ σχετλιάζει καὶ κατακράζει τῆς σαρκός· καὶ σῶμα θανάτου, τὸ ἀπὸ γῆς καὶ φιλήδονον βαλεῖ· διὰ τὸ νοσεῖν ἐν αὐτῷ τῆς ἁμαρτίας τὸν νόμον· ζητεῖν δὲ λέγει τὸν δυνάμενον τῶν τοιούτων ἀπαλλάξαι κακῶν. καὶ ἵν εὐαφόρμως ἡμῖν εἰσαγάγῃ τὸν λυτρωτὴν, τουτέστι, Χριστόν. ᾧ καὶ τὴν πᾶσαν ὁμολογεῖ χάριν. δι’ αὐτοῦ γὰρ λελυτρώμεθα, οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ [*](ο Ι. m. a m. rec. τῆς ἁμαρτίας ἡ τυραννὶς πρὸ τῆς χάριτος ἦν.)