Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Γενναδίου. Τὸ γὰρ “πεπραμένος” ἀντὶ τοῦ ὡς πεπραμένος

186
λέγει. καὶ τοῦτο δὲ ἰδίωμα γραφικόν· τὸ δίχα τοῦ ὁμοιωματικοῦ ἐπιρρήματος, λέγειν τί τῶν προκειμένων πολλάκις. οἷον ἐστὶ καὶ τὸ, “ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.” ἔοικε δὲ τὸ, “ δοῦλοι ἦτε “ τῆς ἁμαρτίας,” ἐν τοῖς ἔμπροσθεν εἰρημένον, καὶ τῷ παρὰ τῷ προφήτῃ, “τίνι ὑπόχρεως ὣν, πέπρακα ὑμᾶς. ἀλλ’ ἣ, ταῖς ἁμαρ- “ τίαις ὑμῶν ἐπράθητε.” καὶ τῷ ἐν τοῖς εὐαγγελίοις λεγομένῳ, “ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἔστι τῆς ἅμαρτ”’ ὄντως γὰρ, ὦτ’ τίς ἥττηται, τούτω καὶ δεδούλωται.

Χρυσοστόμου. “ Σαρκικός εἰμι,” φησὶ, “ πεπραμένος ὑπὸ “ τὴν ἁμαρτίαν.” μετὰ γὰρ τοῦ θανάτου, καὶ ὁ τῶν παθῶν ἐπεισ- ἦλθεν ὄχλος. ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα· ἐδέξατο καὶ ἐπι- θυμίαν ἀναγκαίως λοιπὸν, καὶ ὀργὴν, καὶ λύπην, καὶ τὰ ἄλλα πάντα· ἃ πολλῆς ἐδεῖτο φιλοσοφίας, ἵνα μὴ πλημμύραντα ἐν ἡμῖν, καταποντίσῃ τὸν λογισμὸν εἰς τὸν τῆς ἁμαρτίας βυθόν. αὐτὰ μὲν γὰρ οὐκ ἦν ἁμαρτία· ἡ δὲ ἀμετρία αὐτῶν μὴ χαλινου- μένη, τοῦτο εἰργάζετο· οἷον, ἵν ὡς ἐπὶ παραδείγματος, ἓν αὐτῶν μεταχειρισάμενος εἴπω, ἡ ἐπιθυμία ἁμαρτία μὲν οὐκ ἔστιν· ὅταν δὲ εἰς ἀμετρίαν ἐκπέσῃ· εἴσω τῶν τοῦ γάμου νόμων οὐκ ἐθέλουσα μένειν, ἀλλὰ καὶ ἀλλοτρίαις ἐπιπηδῶσα γυναιξὶ, τό τε λοιπὸν μοιχεία γίνεται. ἀλλ’ οὐ παρὰ τὴν ἐπιθυμίαν, ἀλλὰ παρὰ τὴν ταύτῃ, πλεονεξίαν. καὶ σκόπει σοφίαν Παύλου· ἐγκωμιάσας γὰρ τὸν νόμον, ἐπὶ τὸν ἀνωτέρω χρόνον ἔδραμεν εὐθέως· ἵνα δείξῃ πῶς καὶ τότε τὸ γένος διέκειτο τὸ ἡμέτερον· καὶ ἡνίκα τὸν νόμον ἔλα- βεν, ἀποφήνῃ τῆς χάριτος ἀναγκαίαν οὖσαν τὴν παρουσίαν. ὅπερ πανταχοῦ κατασκευάσαι ἐσπούδακε. τὸ γὰρ “ πεπραμένος ὑπὸ “ τὴν ἁμαρτίαν” ὅταν λέγῃ, οὐ περὶ τῶν ἐν τῷ νόμῳ λέγει μόνων, ἀλλὰ καὶ τῶν πρὸ τοῦ νόμου βεβιωκότων, καὶ τῶν ἐξαρχῆς γενομένων ἀνθρώπων.

Ωριγένουε. Ζήτημα καὶ ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένησ περικοπῆς. πῶς ταῦτα λέγων ὁ Παῦλος, οὐ δοκεῖ ἐναντιοῦαθσι τοῖς ἰδίοις λόγοις, ἐν oh λέγει, “ ἠγοράσθητε τιμῆς. ” καὶ “ Χριστὸς ἡμᾶς ἐξηγόρασε.” καὶ “ ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν “ ἐμοὶ Χριστλ” εἰ μή που εἴπωμεν, ὅτι προσωποποιtας ἔχει διαφόρους ὁ λόγος. καὶ συσχηματίζονται αἱ περικοπαὶ πρὸς τὰς διαφόρους ποιότητας τῶν προσώπων. ὁ γοῦν παρὼν λόγος ἁρμόζει

187
λέγεσθαι ὑπὸ τῶν μεμαθηκότων μὲν τὰ τοῦ νόμου, ὅτι θεῖος ἐστί· καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα, ὅτι εἰσὶ καλά. οὐδὲν δὲ ἦττον ὡς πεπραμένων ὕπο τὴν ἁμαρτίαν, καὶ σαρκικῶν ὄντων. οὐ γινωσκόντων πὼς ἐμπίπτουσιν ὕπο τὴν αμαρτιαν.

Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὁ θέλω, τοῦτο πράσσω· ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός.

Γενναδίου. Ἐπειδὴ εἶπε τὸ, “πεπραμένος ὑπὸ τὴν ἁμαρ- “τίαν.” καὶ διὰ τούτου τὴν μὲν ἐν τάξει δεσποίνης ὑπέθετο. ἑαυτὸν δὲ ἐν δούλου, πρὸς τοῦτο ἀκολούθως ἐπάγει, “ὃ γὰρ κατερ- “γάζομαι, οὐ γινώσκω.” τοῦτο γὰρ ἴδιον οἰκετῶν, τὸ μὴ γνώμης ἰδίας εἶναι κυρίους· ἀλλὰ δεσποτικοῖς ὑποκεῖσθαι προστάγμασι. πολλάκις γοῦν τί, φησι, οὐ προαιρούμενος αὐτὸς διαπράττομαι· τὸ γὰρ οὐ γινώσκω, οὐχ ὅτι ἀγνοῶ λέγει. πῶς γὰρ ἣ ὃ πράττει τίς, τοῦτο αὐτὸν ἀγνοεῖν ἐγχωρεῖ; ἢ ὅλως ἃν αὐτῷ τὸ τοιοῦτον εἰς σφάλμα καταλογίζοιτο. ἀλλὰ τὸ, οὐ γινώσκω τοιοῦτόν ἐστιν, οἷον τὸ ἐν εὐαγγελίοις τοῦ Σωτῆρος· “οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε “ἀπ’ ἐμοῦ,” ἀντὶ τοῦ, κατεργάζομαί τι πολλάκις· οὐκ οἰκειούμενος οὐδὲ χαίρων· οὐδὲ ἡδόμενος αὐτῷ κατὰ πρόθεσιν· οὐδὲ ἐμαυτοῦ συντόμως εἰπεῖν ἐπακούων, ἀλλὰ ἄλλου. καὶ ὅτι τοῦτο οὕτως ἔχει, φησὶ, δῆλον· “οὐ γὰρ ὃ θέλω, τοῦτο ποιῶ. ἀλλ’ ὃ “μισῶ, τοῦτο πράσσω.” τουτέστιν ἃ μὲν αὐτὸς ἐμαυτῷ θέλω, τούτων οὐδὲν διαπράττομαι. ποιῶ δὲ τἀναντία· καὶ ἃ μισῶν οὐκ ἂν ἐμαυτῷ βουληθείην ποτέ. διὰ μέντοι τῶν τοιούτων τὸν τοῦ Σωτῆρος ἐκεῖνον νόμον παραβαίνειν φησί· τὸν φυσικὸν τε καὶ περιεκτικὸν τῶν ἁπάντων· τὸν, “ὅσα ἃν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ “ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.

Χρυσοστόμου. Ὃ τοίνυν, φησὶ, κατεργάζομαι ἀγνοῶ. καὶ πότε τοῦτο γέγονεν; οὐδεὶς γὰρ οὐδέποτε ἐν ἀγνοίᾳ ἥμαρτεν· ὁρᾷς ὅτι ἐὰν μὴ μετὰ τῆς προσηκούσης εὐλαβείας τὰς λέξεις ἐκδεξώμεθα· καὶ πρὸς τὸν ἀποστολικὸν ἴδωμεν σκοπόν, μυρία ἕψεται τὰ ἄτοπα εἰ γὰρ ἀγνοοῦντες ἡμάρτανον, οὐδὲ δίκην ἦσαν ἄξιοι δοῦναι· ὥσπερ οὖν ἀνωτέρω ἔλεγε “χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά·’ οὐ τοῦτο δηλῶν, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες· ἀλλ’ ὅτι ᾔδεσαν μέν οὐχ

188
οὕτω δὲ ἀκριβῶς. διόπερ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς. καὶ πάλιν “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν.” οὐ τὴν καθόλου ἄγνοιαν δηλῶν· ἀλλὰ τὴν σαφεστέραν γνῶσιν ἐμφαίνων. ἔλεγε δὲ ὅτι “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.” οὐ τοῦτο λέγων, ὅτι ἡ ἐντολὴ τὴν ἐπιθυμίαν ἐποίησεν· ἀλλ’ ὅτι τὴν ἐπίτασιν τῆς ἐπιθυμίας ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐπεισήγαγεν. οὕτω καὶ ἐνταῦθα, οὐ τὴν καθόλου ἀγνοίαν δηλοῖ· λέγων, “ὃ γὰρ κατεργάζομαι οὐ “γινώσκω·” ἐπεὶ πῶς συνήδετο τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· τι οὖν ἐστιν “οὐ γινώσκω;” σκοτοῦμαι φησὶν, συναρπάζομαι. ἐπήρειαν ὑπομένω· οὐκ οἶδα πῶς ὑποσκελίζομαι· ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν. οὐκ οἶδα πῶς ὁ δεῖνα ἐλθὼν, συνήρπασέ με. οὐκ ἄγνοιαν προβαλλόμενοι· ἀλλὰ ἀπάτην τινὰ καὶ περίστασιν, καὶ ἐπιβουλὴν ἐμφαίνοντες.

Θεοδώρου Μονάχου. Οὔκουν ὡς ἀγνοῶν μετὰ τὸν νόμον τὴν ἁμαρτίαν, τὸν νόμον λέγει ὅτι καλός· ἀλλὰ ἀντὶ τοῦ, πῶς αὐτὴν ποιῶ. ἢ πῶς ὑποκλέπτομαι, καὶ οὐκ αἰσθάνομαι· οἷον πολλάκις κρίνας κρατῆσαι θυμοῦ, ἡττήθην· καὶ θυμωθεὶς, ἔπραξα, ἃ μὴ ἐβουλόμην. ὥσπερ ὑπὸ δεσπότου τινὸς τῆς ἁμαρτίας ταττόμενος. ᾗ ἐμαυτὸν πέπρακα. οὐχ ἑαυτοῦ δὲ κατηγορεῖ, ἀλλὰ τὸν καινὸν ἄνθρωπον ἐν ἑαυτῷ ὑπογράφει, τὸ φορτικὸν ἐφ’ ἑτέρου τάξαι παραιτούμενος. καὶ δείκνυσιν ὅτι ὅσοι ὑπὸ νόμον ἐσμὲν, ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ἡττώμεθα δὲ ἡδονῆς. οὐ μὴν ὅσοι ὑπὸ χάριν, ὡς δι’ αὐτὴν ἔξω γεγονότες ἁμαρτίας. ὑφ’ ἧς οὐ κατεχόμεθα, ἐὰν μὴ δράμωμεν εἰς αὐτήν.