Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Φωτίου. Τὸ μέγεθος δὲ ἠθέλησε δεῖξαι τῆς ἁμαρτίας· καὶ ἐπειδὴ ταύτης εἰς κακίαν μεῖζον οὐκ ἦν εὑρεῖν· δι’ αὐτῆς ταύτης ἐνδεικνύμενος τὸ μέγεθος φησίν· “ἵνα φανῇ ἁμαρτία·” τουτέστιν ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος, καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ. οἷον ἵν ὅπερ ἐστιν ὅλη ὡς ὅλη γένηται ἐκφανής. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπερβολήν τινα θέλοντες παραστῆσαι, δυνάμεθα ἄλλο τι ἐπιφέρειν τῷ διασυρωμένῳ ὑφ’ ἡμῶν· οἷον μιαρὸς ἦν ἐπὶ τοσοῦτον ὁ Κάϊν· ὅτι καὶ ἀδελφοκτόνος ἐγένετο· καὶ Θεὸν πρῶτος ἐψεύσατο. καὶ πάλιν, οὐδὲ μετὰ τὴν τῶν τεραστίων [*](c Leg. ἁμαρτωλός.)
Χρυσοστόμου. Ἵνα δειχθῇ φησὶ ὅσον κακὸν ἡ ἁμαρτία· ἡ ῥάθυμος προαίρεσις· ἡ ἐπὶ τὸ χεῖρον ῥοπή. καὶ αὐτὴ δὲ ἡ πρᾶξις, καὶ ἡ διεφθαρμένη γνώμη. τοῦτο γὰρ ἁπάντων αἴτιον τῶν κακῶν. αὔξει δὲ αὐτὴν, δεικνὺς τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολήν. καὶ διδάσκων οἵου κακοῦ τὸ τῶν ἀνθρώπων ἀπήλλαξε γένος. ὁ καὶ διὰ τῶν κωλυόντων ηὔξαντο. δι’ ὧν δὲ αὐτῆς κατηγορεῖ, δείκνυσι πάλιν μειζόνως τοῦ νόμου τὴν ἀρετήν. οὐδὲ γὰρ μικρὸν ηὔξησε, δείξας ὅσον ἡ ἁμαρτία κακόν. καὶ πάντα τὸν ἰὸν αὐτῆς εἰς μέσον προσθείς. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· “ἵνα γένηται “καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τουτέστιν ἵνα φανῇ ἡλίκον κακόν· ἡλίκος ὄλεθρος ἡ ἁμαρτία· τοῦτο δὲ διὰ τῆς ἐντολῆς ἐδείχθη· ἐκ τούτων, καὶ τὴν ὑπεροχὴν δείκνυσι τῆς χάριτος πρὸς τὸν νόμον, τὴν ὑπεροχὴν, οὐ τὴν μάχην. μὴ γὰρ τοῦτο ἴδῃς ὅτι χείρους ἐγένοντο οἱ δεξάμενοι. ἀλλ’ ἐκεῖνο σκόπει· ὅτι οὐ μόνον εἰς ἐπίτασιν τὴν κακίαν ἀγαγεῖν οὐκ ἤθελεν ὁ νόμος, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἐκκόψαι ἐσπούδαζεν· εἰ δὲ οὐκ ἴσχυσε, στεφάνου μὲν ἐκεῖνον ἀπὸ τῆς γνώμης· προσκύνει δὲ μειζόνως τὴν τοῦ Χριστοῦ δύναμιν, ἣ ποικίλον οὕτω κακὸν καὶ [*](d Α m. rec. διὰ τῶν ἰατικῶν φαρμάκων χεῖρον ἐγίνετο καὶ.)
Θεοδώρου Μονάχου. Ἀλλὰ φέρε καὶ αὖθις περὶ τῶν εἰρημένων διεξέλθωμεν εὐκρινέστερον· ὥς τινος εἰπόντος κατὰ ἀντίθεσιν. τοῦτο ἀγαθὸν ὁ θανάτου κατέστη μόνον αἰτίον· ἀγαθοῦ δὲ οὐδενός; μὴ γένοιτο, φησί. ἀντὶ τοῦ, οὐχ οὕτως ἔχει· οὐ θανάτου μὲν αἴτιον ἐγένετο· ἀγαθὸν δὲ παρέσχεν οὐδέν· ἀλλὰ καί τινος ἐξ αὐτοῦ ἀπελαύσαμεν ἀγαθοῦ. ἡ ἁμαρτία φησὶ, ἵνα φανῇ ἁμαρτία· διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. εἰ γεγονὼς ὁ Ἀδὰμ κατελείφθη μηδένα νόμον δεξάμενος, οὐδὲν ἂν διήλλαττεν ἀλόγου. διάκρισιν μὲν οὐδεμίαν ἔχων καλοῦ τὲ καὶ χείρονος. πᾶν δὲ τὸ προστυχὸν ὡς ἔτυχε διαπραττόμενος. οὔτε οὖν ἁμάρτημα εἶναι τὸ ποιῆσαί τι τοῖς θείοις νόμοις ὑπεναντίον ἠπίστατο, οὔτε μὴν ἀγαθὸν τὸ ποιεῖν ὅσα ἐκείνοις ἀκόλουθα. πόθεν γὰρ καὶ εἰδέναι τοῦτο προσῆκε, νόμον οὐκ εἰληφότι; οὐκοῦν ἡ δόσις τῆς ἐντολῆς, καὶ διάκρισιν αὐτῷ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παρέσχεν. ὑπακοῆς τὲ γὰρ ἐξουσία καὶ παρακοῆς αὐτῷ προὔκειτο, πρὸς ὃ ῥέπειν ἐβούλετο. καὶ ἐγνώρισεν αὐτῷ τι μὲν ἁμάρτημα, τι δὲ δικαιοσύνη. καλὸν μὲν εἶναι τὸ πεισθῆναι τοῖς νόμοις γνωρίζουσα· ἁμάρτημα δὲ, τὸ ποιεῖν τι τούτων ἀλλότριον. καὶ ἐπειδὴ παρέβη τὸ θεῖον ἐπίταγμα· εἶτα τὴν ὑπὲρ τούτου τιμωρίαν ἐδέξατο, μεῖζον ζον κατὰ τῆς ἁμαρτίας τὸ μῖσος ἐκτήσατο· πάλαι μὲν λόγῳ παιδευθεὶς, ὡς ἡ ἁμαρτία θανάτου παρεκτική. ὕστερον δὲ ἐπὶ τῶν ἔργων, τῆς ἁμαρτίας ἐγνωκὼς τὴν φαυλότητα· καὶ γὰρ ὅσῳ διὰ τὴν παράβασιν ὑπὸ τιμωρίαν κατέστη, τοσούτῳ μισεῖν τὴν ἁμαρτίαν, ὡς αἰτίαν αὐτῷ τῶν κακῶν παρεσκευάζετο. τὸ οὖν “ἡ ἁμαρτία “ἵνα φανῇ ἁμαρτία,” ἀντὶ τοῦ, ὥστε φανῆναι τὴν ἁμαρτίαν, ὅπερ ἐστι· τι δὲ τοῦτο; αὐτὸ τοῦτο ἁμαρτία. ἵν εἴπῃ κακόν. πόθεν δὲ τοῦτο ἐφάνη; διὰ τοῦ ἀγαθοῦ· ἵν εἴπῃ διὰ τῆς ἐντολῆς. καὶ ὅπως
Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικὸς εἰμὶ, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
Χρυσοστόμου. Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακά. καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη, τῆς ἐντολῆς ἐπιλαβομένη. καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη· καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν· λέγει καὶ τὸν λογισμὸν λοιπὸν καθ’ ὃν ταῦτα γέγονε· πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας· ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε· καὶ ὅτι ἐλθούσης αὐτῆς, ἡ ἁμαρτία ἔζησε· καὶ ὅτι δι’ αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινε e, τὸν νόμον τῶν κακῶν τούτων αἴτιον νομίσῃ τίς εἶναι· πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν, μετὰ πολλῆς τῆς περιουσίας· οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώμιον αὐτῷ πλέκων μέγιστον· καὶ τοῦτο, οὐχ ὡς αὐτὸς χαριζόμενος τίθησιν, ἀλλ’ ὡς κοινὴν εἰσφέρων ψῆφον· “οἴδαμεν γάρ,” φησι, “ὅτι ὁ νόμος πνευματικός “ἐστιν.” ὡς ἂν εἰ ἔλεγεν, ὅτι ὡμολογημένον τοῦτο καὶ δῆλον ἐστίν· ὅτι πνευματικός ἐστι. τοσοῦτον ἀπέχει ἁμαρτίας αἴτιος εἶναι f. ὁρᾷς ὅπως οὐ κατηγορίας αὐτὸν ἀπαλλάττει μόνον, ἀλλὰ καὶ ἐπαινεῖ μεθ’ ὑπερβολῆς ἁπάσης. πνευματικὸν γὰρ εἰπὼν, διδάσκαλον αὐτὸν δείκνυσιν ἀρετῆς ὄντα, καὶ κακίας πολέμιον. [*](e In marg. a m. rec. ἵν᾿ οὖν μή. f In marg. a m. rec. καὶ τῶν γεγενημένων κακῶν ὑπεύθυνος.)
Κυρίλλου. Ἢ καὶ ὡς πνευματικοὺς ἀποτελῶν, τοὺς πειθομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς, ὁ μὴ κατὰ σάρκα ζῶν, ἀλλ’ ἑπόμενος τῆ θελήσει τοῦ Πνεύματος ἀμωμήτως.
Γενναδίου. Ἐπὶ πλέον οὖν τοῦ νόμου ὑπεραπολογούμενος, φησί· “ἐπίσταμαι ὅτι ὁ νόμος πνευματικός ἐστιν. ἵνα εἴπῃ τέλειος καὶ ἀνενδεὴς, καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν, ἀθανάτοις προσήκουσαν· ἀλλ’ ἐγὼ τί πάθω; θνητὴν καὶ φθαρτὴν, καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περικείμενος σάρκα.
Κυρίλλου. Καὶ σαρκικὸς ὤν· ὡς τῷ τῆς σαρκὸς φρονήματι τυραννούμενος· ἑτέρου ὄντος τοῦ φρονήματος τῆς σαρκὸς, καὶ ἄλλου τοῦ πνεύματος. ἅπερ ἀντίκειται ἀλλήλοις· εἰ γὰρ καὶ ὁ νόμος πνευματικός ἐστι· τουτέστι τὰ τοῦ πνεύματος βούλεται· καὶ τὰ συμφέροντα ζητεῖ τῇ ψυχῇ· ἀλλ’ ἐγὼ τὰς τῆς σαρκὸς ἐπιθυμίας διώκων, σαρκικός εἰμι. οὐκ εἶπε δὲ ὑμεῖς οἱ τῷ νόμῳ χρώμενοι καὶ παραβαίνοντες. ἵνα μὴ τραχὺν καὶ ἐπαχθῆ ποιήσῃ τὸν λόγον. ἀλλ’ ἐγώ φησι, τὰ ἐκείνων, ἐφ’ ἑαυτοῦ σχηματίζων. καὶ ἐφεξῆς δὲ οὕτω ποιεῖ· τὸ τραχὺ καὶ σφοδρὸν ἐκλύων τῇ περὶ αὐτοῦ σχηματολογίᾳ.
Χρυσοστόμου. Ἢ τὸ, ἐγώ φησι, τὸν ἐν τῷ νόμῳ καὶ πρὸ τοῦ νόμου πολιτευόμενον ἄνθρωπον ὑπογράφων νῦν.
Γενναδίου. Οὐκ ἄρα τοῦ κακοῦ μοι τὸ ἀγαθὸν αἰτιάσομαι· τῆς δὲ ἁμαρτίας κατηγορῶ, καὶ ταύτην μισῶ. καὶ πρὸς ταύτην οὐκ ἃν ἑκὼν σπεισαίμην ποτέ. ἵνα φανῇ, φησὶ, ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· αὕτη γὰρ βλάψασά με τῷ ἀγαθῷ, δι’ αὐτοῦ μοι τούτου, καὶ τὴν ἑαυτῆς φύσιν ἥτις ἐστὶ κατεφάνη. ἐλέγχεται γὰρ διὰ τοῦ νόμου, ἡλίκον κακὸν καὶ ὅσον ἐστὶν ἡ ἁμαρτία· τὸν γὰρ παρακελευόμενον αὐτήν μοι Φυλάττεσθαι καὶ δεδομένον εἰς συμμαχίαν, ὑποσκελίσασά με δι’ ἀπάτης, αὐτόν μοι τοῦτον ἐπέστησε φονευτήν.