Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς σίας ὅλης.

Χρυσοστόμου. Ελ̓ͅb οἷον αὐτῷ τὸν στέφανον ἔπλεξε, τοσαύ-

528
τὴν φιλοξενίαν μαρτυρήσας, καὶ ὁλόκληρον τὴν ἐκκλησίαν εἰς τὴν οἰκίαν εἰσαγαγὼν τὴν ἐκείνου; τὸν γὰρ ξένον ἐνταῦθα τὸν ξενοδόχον φησίν. ὅταν δὲ ἀκούσῃς ὅτι Παύλου ξενοδόχος ἦν, μὴ τῆς φιλοτομίας αὐτὸν θαύμαζε μόνον, ἀλλὰ καὶ τῆς κατὰ τὸν βίον ἀκριβείας· εἰ μὴ γὰρ ἦν ἄξιος τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδ’ ἃν ἐκεῖνος ἐκεῖ κατηχήθη. ὁ γὰρ πολλὰ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ σπουδάζων ὑπερβαίνειν, οὐκ ἃν τοῦτον παρέβη τὸν νόμον, τὸν κελεύοντα περιεργάζεσθαι τοὺς ὑποδεχομένους, καὶ παρὰ τοῖς ἀξίοις κατάγεσθαι.

Θεοδωρήτου. Κορίνθιος δὲ ἦν οὗτος. καὶ τοῦτο ἡμᾶς ἐν τῇ πρὸς Κορινθίους ἐδίδαξεν ὁ Ἀπόστολος.

Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.

Χρυσοστόμου. Οὐχ ἁπλῶς προσέθηκεν “ ὁ οἰκονόμος τῆς πό- “ λεως,” ἀλλ’ ὥσπερ Φιλιππησίοις ἔγραψεν, “ ἀσπάζονται ὑμᾶς “ οἱ ἐκ τῆς Καίσαρος οἰκίας,” ἵνα δείξῃ ὅτι καὶ τῶν μεγάλων τὸ κήρυγμα ἥψατο, οὕτω καὶ ἐνταῦθα τοῦ ἀξιώματος μέμνηται· τὸ αὐτὸ τοῦτο κατασκευάζων, καὶ δεικνὺς ὅτι τῷ προσέχοντι, οὐδὲ πλοῦτος κώλυμα γίνεται, οὔτε ἀρχῆς φροντίδες, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν.

Θεοδωρήτου. Καὶ γὰρ κἀκεῖνος, οἰκονόμος ἦν τῆς πόλεως. ὡς κηδεμονίαν πάντως ἐμπεπιστευμένος τινά.

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ἀμήν.

Χρυσοστόμου. Εἶδες πόθεν ἄρχεσθαι δεῖ, καὶ ποῦ τελευτᾶν πανταχοῦ; καὶ γὰρ τὸν θεμέλιον ἐντεῦθεν κατέβαλε τῆς Ἐπιστολῆς, καὶ τὸν ὄροφον ἐντεῦθεν ἐπέθηκεν· ὁμοῦ καὶ ἐπευχόμενος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων αὐτοῖς, καὶ πάσης ἀναμιμνήσκων τῆς εὐεργεσίας. τοῦτο γὰρ μάλιστα διδασκάλου γενναίου, τὸ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ εὐχαῖς ὠφελεῖν τοὺς μαθητευομένους. διὸ καὶ ἔλεγεν, “ ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου “προσκαρτερήσομεν.”

Θεοδωρήτου. Πἀλιν οὖν τῆς πατρικῆς εὐλογίας μετέδωκε,

529
καὶ τῇ τοῦ Κυρίου χάριτι, καθάπερ τινι ἀδαμαντίνῳ περιέβαλε τείχει. ταύτης καὶ ἡμεῖς μεταλάβοιμεν, ἵνα κρείττους γενώμεθα τῶν ἐπιβουλῶν, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀπλανῶς διοδεύσοιμεν, ὑπ’ αὐτῆς φωτιζόμενοι· καὶ ἴχνεσι τοῖς ἀποστολικοῖς ἀκολουθήσαντες, ἀξιωθῶμεν ἰδεῖν τὸν διδάσκαλον. καὶ διὰ τῆς ἐκείνου πρεσβείας, τῆς δεσποτικῆς ἀπολαύσωμεν εὐμενείας, καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν. χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. μεθ’ οὗ, τῷ Πατρὶ, σὺν τῷ Παναγίῳ Πνεύματι, δόξα πρέπει, τιμὴ καὶ μεγαλοπρέπεια, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἄμην.