Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Ελ̓ͅb οἷον αὐτῷ τὸν στέφανον ἔπλεξε, τοσαύ-
528
τὴν φιλοξενίαν μαρτυρήσας, καὶ ὁλόκληρον τὴν ἐκκλησίαν εἰς τὴν οἰκίαν εἰσαγαγὼν τὴν ἐκείνου; τὸν γὰρ ξένον ἐνταῦθα τὸν ξενοδόχον φησίν. ὅταν δὲ ἀκούσῃς ὅτι Παύλου ξενοδόχος ἦν, μὴ τῆς φιλοτομίας αὐτὸν θαύμαζε μόνον, ἀλλὰ καὶ τῆς κατὰ τὸν βίον ἀκριβείας· εἰ μὴ γὰρ ἦν ἄξιος τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδ’ ἃν ἐκεῖνος ἐκεῖ κατηχήθη. ὁ γὰρ πολλὰ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ σπουδάζων ὑπερβαίνειν, οὐκ ἃν τοῦτον παρέβη τὸν νόμον, τὸν κελεύοντα περιεργάζεσθαι τοὺς ὑποδεχομένους, καὶ παρὰ τοῖς ἀξίοις κατάγεσθαι.Θεοδωρήτου. Κορίνθιος δὲ ἦν οὗτος. καὶ τοῦτο ἡμᾶς ἐν τῇ πρὸς Κορινθίους ἐδίδαξεν ὁ Ἀπόστολος.
Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς σίας ὅλης.