Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδωρήτου. Αἱ δὲ Κεγχρεαὶ κώμη τίς ἐστι τῆς Κορινθίας μεγίστη. ἄξιον τοίνυν θαυμάσαι τοῦ κηρύγματος τὴν ἰσχύν. ἐν ὀλίγῳ γὰρ χρόνῳ οὐ μόνον τὰς πόλεις, τῆς εὐσεβείας, ἀλλὰ καὶ τὰς κώμας ἐπλήρωσε. καὶ τοσοῦτον ἦν τῆς τῶν Κεγχρεῶν ἐκκλησίας τὸ σύστημα, ὡς καὶ γυναῖκα διάκονον ἔχειν, καὶ ταύτην, ἀοίδιμόν τε καὶ πολυθρύλλητον. τοσοῦτον γὰρ εἰχε πλοῦτον κατορθωμάτων, ὡς καὶ παρὰ τῆς ἀποστολικῆς γλώττης τοιαύτας εὐφημίας καρπώσασθαι. προστασίαν δὲ ὡς οἶμαι λέγει, τὴν φιλοξενίαν καὶ κηδεμονίαν.

Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ· οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν. καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν.