Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἡμᾶς προσελάβετο, εἰς δόξαν Θεοῦ.

Χρυσοστόμου. Πάλιν ἐντεῦθεν τῆς αὐτῆς παραινέσεως ἔχεται. καὶ πάλιν τὸ παράδειγμα ἄνωθεν, καὶ τὸ κέρδος, ἄφατον. μάλιστα γὰρ τὸν Θεὸν τοῦτο δοξάζει, τὸ συμπεφράχθαι. ὥστε κἂν ἄγαν ὑπὲρ αὐτοῦ διαστασιάζῃς πρὸς τὸν ἀδελφὸν, ἐννοήσας ὅτι κατα-

500
λύσας τὴν ὀργὴν, τὸν δεσπότην σου δοξάζεις· κἂν εἰ μὴ διὰ τὸν ἀδελφὸν, δι’ αὐτὸ γοῦν τοῦτο καταλλάγηθι. τὸ δὲ ὑπερβατὸν, οὕτως. προσλαμβάνεσθε ἀλλήλους εἰς δόξαν Θεοῦ.

Λέγω δὲ, Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν, καθὼς γέγραπται, διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. καὶ πάλιν λέγει, εὐφράνθητε ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. καὶ πάλιν, αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. καὶ πάλιν Ἡσαΐας λέγει, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν.