Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Θεοδώρου. Διδάσκει δὲ διὰ τούτων μετριάζειν, εἴγε καὶ αὐτὸς Ἀπόστολος ὣν, τῆς ἄλλων φησὶ δεῖσθαι εὐχῆς.
Εὐθαλίου. Καὶ ὅρα τὸ ἄτυφον αὐτοῦ. οὐ γὰρ εἶπε διδάξω ὑμᾶς, ἣ κατηχήσω, ἀλλὰ “ συναναπαύσωμαι.” τοντέστιν, ὑμεῖς ἐμοὶ διὰ τὴν διδασκαλίαν, κἀγὼ ὑμῖν διὰ τὴν τῆς πίστεως ἐπίδοσιν. ἀλλὰ καὶ ὡς μὴ αὐτὸς ὣν ἀξιόχρεως πρὸς τὸ πεῖσαι, διὰ τοῦ Χριστοῦ ὑμᾶς, φησὶ, καὶ τοῦ Ἄγ’ ἴου Πνεύματος παρακαλῶ.
Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ, ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἃν ὑμῶν χρήζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ.
Χρυσοστόμου. Ὄρα διὰ πόσων αὐτὴν σεμνύνει. καὶ γὰρ πρὸ τῶν ἄλλων αὐτῆς ἐμνήσθη πάντων, καὶ ἀδελφὴν ἐκάλεσεν. οὐ μικρὸν δὲ Παύλου κληθῆναι ἀδελφήν. καὶ τὸ ἀξίωμα προστέθεικε, διάκονον εἰπών. τί ἐστιν “ ἐν Κυρίῳ ;” τουτέστι, διὰ τὸν Κύριον. τιμῆς ἀπολαύσῃ παρ’ ὑμῖν. ὁ γὰρ διὰ τὸν Κύριον δεχόμενος, κἂν μὴ μέγαν τινὰ δέξηται, μετὰ σπουδῆς δέχεται. ὅταν δὲ καὶ ἁγίαν, ἐννόησον ἡλίκης αὐτὴν ἀπολαῦσαι δίκαιον θεραπείας. διὰ τοῦτο προσέθηκεν, “ ἀξίως τῶν ἁγίων.” ὡς δεῖ, φησιν, τοὺς τοιούτους ὑποδέχεσθαι, διπλῆν γὰρ ἔχει ἀφορμὴν τοῦ θεραπευθῆναι παρ’ ὑμῖν. καὶ τὸ, διὰ τὸν Κύριον δεχθῆναι, καὶ τὸ, αὐτὴν ἁγίαν εἶναι. ὄρα δὲ τὸ ἀνεπαχθές. οὐκ εἰπεν ἵνα αὐτὴν ἀπαλλάξητε ἐκ τῶν πειρασμῶν, ἀλλὰ “ παραστῆτε.” τουτέστι, τὰ παρ’ ὑμῶν εἰσενέγκητε, καὶ χεῖρα ὀρέξητε. “ καὶ ἐν ᾧ ἃν ὑμῶν χρήζῃ πρά- “ γματι.” οὐκ ἐν οἷς ἃν, ἣ πάντως, ἀλλ’ ἐν οἷς ἃν ὑμῶν δέηται δεήσεται δὲ ἐν ἐκείνοις, ἐν οἷς ἃν ὑμεῖς ἦτε κύριοι. εἰτα πάλιν ὁ ἔπαινος ἄφατος. “ καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ “ αὐτοῦ ἐμοῦ.” εἶδες τὴν σύνεσιν; πρῶτον τὰ ἐγκώμια. εἶτα, μέσην τὴν παράκλησιν. εἶτα πάλιν τὰ ἐγκώμια τέθεικεν. ἑκατέρωθεν περιστέλλων τὴν χρείαν τοῖς ἐπαίνοις τῆς γυναικὸς, τῆς μακαρίας ἐκείνης. πῶς γὰρ οὐ μακαρία, ἡ τοσαύτης ἀπολαύουσα παρὰ Παύλου μαρτυρίας; ἡ καὶ αὐτῷ βοηθῆσαι δυνηθεῖσα τῷ
Θεοδωρήτου. Θεὸν δὲ εἰρήνης οὐχ ἁπλῶς ἐνταῦθα τὸν Θεὸν προσηγόρευσεν, ἀλλὰ καὶ ὡς αὐτὸς ταύτης δεόμενος, διά τε τοὺς προφανῶς πολεμοῦντας, καὶ τοὺς ὑπόπτως περὶ αὐτὸν διακειμένους· καὶ ἐκείνοις ταύτην ἐπευχόμενος, δι’ ἣν εἶχον πρὸς ἀλλήλους ἀμφιβόλους τῶν νομικῶν χάριν παρατηρήσεων. ἀλλὰ ποίαις ἄν τις εὐφημίαις τὴν μακαρίαν ταύτην κεφαλὴν στεφανώσῃ; πρῶτον μὲν γὰρ, καὶ ᾔδει τὰ συμβησόμενα, καὶ προλέγει ταῦτα. καὶ γὰρ ἐν Μιλήτῳ τοῖς Ἐφεσίων ἔλεγε πρεσβυτέροις, “ ὅτι κατὰ “ πόλιν διαμαρτύρεταί μοι τὸ Πνεῦμα, ὅτι δεσμά με καὶ θλίψεις “ μένουσι.” καὶ τοῦ Ἀγάβου δὲ ταῦτα αὐτῷ προσειπόντος, καὶ πάντων ὀδυρομένων, καὶ ἐπισχεῖν αὐτὸν πειρωμένων, ὁ θεῖος εἶπεν ἀνήρ· “ τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; ἐγὼ γὰρ “ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἕτοιμος εἰμὶ, ὑπὲρ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ἐνταῦθα προείρηκεν, ὅτι καὶ Ῥωμαίους ὄψεται καὶ Ἰσπανούς. προσέθηκε δὲ ὅτι καὶ ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσεται. εἶτα ὡς ἀκριβῶς θεωρῶν καὶ τὴν τῶν Ἰουδαίων μανίαν, καὶ τὰς τούτων ἐζήτησε προσευχάς· οὐ μόνον ἕνεκα τῶν ἀπειθούντων, ἀλλὰ καὶ τῶν πιστευόντων. οὐδὲ γὰρ ἐκεῖνοι περὶ αὐτὸν φιλοστόργως διέκειντο, παραβάτην εἶναι τοῦ νόμου νομίζοντες. οὗ δὲ χάριν, προστέθεικεν “ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσ- “ δεκτὸς γένηται τοῖς ἁγίοις.” μετὰ μυρίων αὐτὰ συνέλεξε πόνων· παντοδαπὰς τοῖς μαθηταῖς παραινέσεις προσφέρων, καὶ τοὺς δεχομενους αγωνιᾳ’ μὴ τὸ μῖσος νικήσῃ τὴν χρείαν.