Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸνΘεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ, εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς, ἐν θελήματι Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. ἀμήν.
Χρυσοστόμου. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται. καὶ οὐδαμοῦ μέμνηται τοῦ Πατρός. ταῦτα δὲ εἶπον, ἵν ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνου, μήτε τὸν Υἱὸν μήτε Πνεῦμα ἀθετῇς. καὶ οὐκ εἶπε Πνεύματος, ἀλλὰ ἀγάπης Πνεύματος. καθάπερ ὁ Χριστὸς ἠγάπησε τὸν κόσμον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. τι δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι, “ συναγωνίσασθαι μοι ἐν ταῖς προσευχαῖς “ ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν;” μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο. διὸ καὶ τὰς εὐχας αυτων καλει. καὶ οὐκ εἰπεν ἰνα συμπλακω, ἀλλ’ “ ἵνα ῥυσθῶ.” ὡς ὁ Χριστὸς ἐκέλευσεν εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. ταῦτα δὲ λέγων ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησομένους αὐτῷ, καὶ θηρία μᾶλλον ἢ ἄνδρας. ἀπὸ δὲ τούτου, καὶ ἕτερον κατεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις· εἴγε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶν εὔχεσθαι ῥυσθῆναι. οἱ γὰρ μεταξὺ τοσούτων ὄντες πολεμίων, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον. διὸ ἀναγκαίως ἑτέρωθεν αὐτοῖς ἐκομίζετο. τί δέ ἐστιν, “ ἵνα ἡ διακονία μου εὐπρόσδεκτος γένηται τοῖς “ ἁγίοις ;” ἵνα δεκτὴ γένηταί μου ἡ θυσία. ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων· εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα; ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι. ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι. ὅταν γὰρ μετὰ ἀνάγκης τίς παρέχῃ, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν, οἴχεται ὁ καρπός. ὥσπερ δὲ ἀρχόμενος ἔλεγεν, “ εἴ πὼς ἤδη ποτὲ “ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ πρὸς ὑμᾶς ἐλθεῖν,” οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτοῦ καταφεύγει θέλημα. καὶ φησὶ,
Θεοδωρήτου. Ἢ πλήρωμα εὐλογίας τοῦ εὐαγγελίου, τοὺς ὑπὲρ τοῦ εὐαγγελίου κινδύνους φησὶ, οὓς ἐν Ἱεροσολύμοις ὑπέμεινε. τοῦτο γὰρ δηλοῖ τὸ ἑξῆς.