Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἰκουμενίου. Ἢ καὶ οὕτως. οἶδα ὅτι ἐρχόμενος, πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς τοῦ εὐαγγελίου εὐλογίας ἐλεύσομαι. ὅ ἐστι, πρὸς ἀρετὴν καὶ πίστιν ὑμᾶς ἀλείψω.

Θεοδωρήτου. Ἢ πλήρωμα εὐλογίας τοῦ εὐαγγελίου, τοὺς ὑπὲρ τοῦ εὐαγγελίου κινδύνους φησὶ, οὓς ἐν Ἱεροσολύμοις ὑπέμεινε. τοῦτο γὰρ δηλοῖ τὸ ἑξῆς.

514

Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸνΘεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ, εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς, ἐν θελήματι Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. ἀμήν.