Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι’ ὑμῶν εἰς τὴν Σπανίαν οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.

Τοῦ Χρυσολόγου. “ Σφραγισάμενος,” φησὶν, τουτέστιν, εἰς τὰ βασιλικὰ ταμεῖα ἀποθέμενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ·

513
καὶ οὐκ εἶπεν ἐλεημοσύνην, ἀλλὰ πάλιν τὸν καρπόν· δεικνὺς, κερδαίνοντας τοὺς παρέχοντας. τῆς Σπανίας δὲ μέμνηται πάλιν, δεικνὺς τὸ ἄοκνον, καὶ τὸ περὶ ἐκείνους θερμόν.

Θεοδωρήτου. “ Σφραγισάμενος” φησί. διὰ γὰρ τῶν χειρῶν τῶν ἁγίων τῇ δεξίᾳ τοῦ Θεοῦ τὰ πεμφθέντα παραπέμπω. ἐκεῖνος δὲ, ἀνέπαφα ταῦτα φυλάξει καὶ ἄσυλα. αὐτοῖς δὲ τοῖς Μακεδόσι λέγει καὶ Ἀχαιοῖς.

Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.

Γενναδίου. Οἰδα φησὶν, ὅτι πρὸς ὑμᾶς παραγενόμενος, πολλὴν ἐν ὑμῖν τοῦ κατὰ Χριστὸς εὐαγγελίου τὴν παράκλησιν ἕξω τὲ καὶ παρέξω. μυρίων ἐπαίνων ἀξίου τοῦ κατὰ Χριστὸν ὑμῖν εὐαγγελίου τυγχάνοντος. ἶσον δέ ἐστι τούτῳ, τὸ, “ τοῦτο δέ ἐστι συμ- “ παρακληθῆναι ἐν ὑμῖν, διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τὲ καὶ ἐμοῦ·