Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Εὐθαλίου. Κοινωνίαν δὲ καλεῖ τὴν ἐλεημοσύνην. καθὸ αὐτοὶ μὲν, χρήματα, οἱ δὲ ἅγιοι τὴν εἰς Θεὸν παρρησίαν συνεισφέρουσιν.
Θεοδωρήτου. “ Εἰς τοὺς ἁγίους, τοὺς ἐν Ἱερουσαλήμ.” ταύτας, πρὸς τοὺς μακαρίους Ἀποστόλους, Πέτρον φημὶ καὶ Ἰάκωβον, καὶ Ιωάννην, τὰς συνθήκας ποιούμενοι οἱ θεσπέσιοι Βαρνάβας καὶ Παῦλος, καὶ τὴν τῶν ἐθνῶν διδασκαλίαν ἀναδεξάμενοι, ὑπέσχοντο προτρέπειν τοὺς πιστεύοντας τῶν ἐθνῶν, τῶν ἐν τῇ Ἰουδαίᾳ πιστῶν θεραπεύειν τὴν ἔνδειαν. καὶ τοῦτο ἐν τῇ πρὸς Γαλάτας διδάσκει σαφῶς, “ Πέτρος γάρ’ ἔφη, “ καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ
512
“ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινω- “ νίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ, εἰς τὰ ἔθνη, “ μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν.” ὃ καί ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. διατί δὲ ἐν τῷ παρόντι, οἱ μὲν πλουτοῦσιν, οἱ δὲ πένονται. ἢ πάντως ἰνα καὶ οἱ πλούσιοι χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν δέξωνται, καὶ οἱ πένητες τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῶσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
Τοῦ Χρυσορειθρολόγου. Ἐπειδὴ εἶπεν, ὅτι τόπον οὐκέτι ἔχων ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν ἔχω ἐκ πολλῶν ἐτῶν ἐΛθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν· ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν δι’ ἣν ἀναβάλλεται τέως. καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελήσεως. διὰ δὲ τούτων, καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην. ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο, ἤρκει εἰπεῖν, ὅτι προεύομαι εἰς Ἱερουσαλήν. νυνὶ δὲ καὶ τὴν αἰτίαν προστίθησι τῆς ἀποδημίας. μίας. πορεύομαι γάρ, φησιν, διακονῶν τοῖς ἁγίοις. καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισμοὺς κινεῖ λέγων, ὅτι ὀφειλέται εἰσί. καὶ ὅτι εἰ