Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι ὅπου οὐκ ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ·ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν.
Χρυσοστόμου. Ἰδοὺ πάλιν ἑτέρα ὑπερβολή. ὅτι οὐ μόνον εὐηγγελίσατο καὶ ἔπεισεν, ἀλλ’ ὅτι οὐδὲ πρὸς μεμαθηκότας ἀπῆλθε. τοσοῦτον ἀπεῖχε τοῦ ἐπιρρίπτειν ἑαυτὸν ἀλλοτρίοις μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζε τοὺς μὴ ἀκηκοότας διδάσκειν. οὐδὲ γὰρ εἶπεν ὅπου οὐκ ἐπείσθησαν, ἀλλ’ ὅπου οὐδὲ ὠνομάσθη Χριστός. ὃ πλέον ἐστί καὶ τίνος ἕνεκεν τοιαῦτα ἐφιλοτιμεῖτο; “ ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ,” φησίν. ταῦτα δὲ λέγων, δείκνυσιν ἑαυτὸν ἀλλότριον ὄντα κενοδοξίας, καὶ παιδεύων αὐτοὺς ὅτι οὐκ ἀπὸ τοῦ δόξης ἐρᾶν καὶ τῆς παρ’ αὐτῶν τιμῆς ἐπὶ τὸ γράψαι ἦλθεν. ἀλλ’ ὡς διακονίαν πληρῶν, ὡς ἰερουργίαν ἀπαρτίζων, ὡς τῆς σωτηρίας αὐτῶν ἐφῶν. ἀλλότριον δὲ τὸν τῶν Ἀποστόλων φησὶν, οὐ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον, ἐπεὶ τὰ κηρύγματα, οὐκ ἀλλότρια ἦν, ἀλλ’ ὅσον εἰς μισθὸν, ἀλλότριον. ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλότριος ἦν. εἶτα δείκνυσιν οὕτω καὶ προφητείαν πληρουμένην λέγων, “ καθὼς γέγραπται, οἷς οὐκ “ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσου- “ σιν” ὁρᾷς ἐπιτρέχοντα ὅπου πλείων ὁ πόνος, ὅπου μείζων ὁ ἱδρώς;
Χρυσοστόμου. Ἐπειδὴ σφοδρῶς ἑαυτὸν ἐταπείνωσε, πάλιν ἐπαίρει τὸν λόγον. καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξαι εὐκαταφρόνητος εἶναι. καὶ ἐν τῷ ἐπαίρειν δὲ ἑαυτὸν, τοῦ μέμνηται ἤθους. οὕτω λέγων, “ἔχω οὖν καύχησιν.” καυχῶμαι φη- σὶν, οὐκ ἐν ἐμαυτῷ, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σπουδῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. “οὐ γὰρ τολμήσω τί λαλῆσαι ὧν οὐ κατειργάσατο χριστὸς δι’ ἐμοῦ. οὐδὲ γὰρ ἃν ἔχοιτε εἰπεῖν φησὶν, ὅτι κόμ-
Κυρίλλου ἐκ τῶν Θησαυρών. Οὐκοῦν εἰ σημεῖα καὶ τέρατα