Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρτσοστόμου. Πἀλιν τὸν ἀσθενέστερον πλήττει, καὶ δίδωσι τῷ τελειοτέρῳ ἀρκοῦντα στέφανον τὸν τοῦ συνειδότος. κἂν γὰρ ἄνθρωπος μὴ ἴδῃ, ἀρκεῖς σὺ σαυτῷ τῷ εἰς τὸ γενέσθαι μακάριος. ἐπειδὴ γὰρ εἶπε, καθ’ ἑαυτὸν ἔχε, ἵνα μὴ νομίσῃ μικρὸν τὸ δικαστήριον τοῦτο, λέγει, τῆς οἰκουμένης σοι τοῦτο βέλτιον. κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν μὴ κατακρίνῃς, μὴ δὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων, τοῦτο τέθεικεν. εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες, οἳ πάντων εἰσὶν ἀθλιώτεροι. ἀλλὰ τῆς προκειμένης τέ ὡς ὑποθέσεως ἔχεται, τὸ δὲ, “ ὁ δὲ διακρινόμε- “ νος, ἐὰν φάγῃ, κατακέκριται,” πάλιν πρὸς τὸν ὑγιαίνοντα λέγει, παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου. τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρίνῃ ἑαυτόν ; ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι τὸν καὶ ἐσθίοντα καὶ μὴ μετὰ ἀμφιβολίας. ὁρᾷς πῶς αὐτὸν ἐνάγει, οὐκ εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ, καθαρῷ συνειδότι φαγεῖν; εἶτα φησὶν, καὶ τὴν αἰτίαν δι’ ἣν κατακέκριται. ὅτι οὐκ ἐκ πίστεως. οὐκ ἐπειδὴ ἀκάθαρτον· οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρόν ἐστιν, ἀλλ’ ὡς ἀκαθάρτου ἥψατο. διὰ δὲ τούτων, δείκνυσιν αὐτοῖς καὶ τὴν βλάβην ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι. ἵνα κἂν διὰ τοῦτο ἀπόσχωνται τοῦ ἐπιπλήττειν. εἶτα κατὰ ἀπόφασιν, “ πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.” ὅταν γὰρ μὴ θαρρῇ, φησὶν, μὴ δὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐχ ἥμαρτε; ταῦτα δὲ πάντα περὶ τῆς προκειμένης ὑποθέσεως εἴρηται τῷ Παύλῳ, οὐ περὶ πάντων.
Θεοδωρήτου. Διὰ τούτων γε μὴν αἰνίττεται ὁ λόγος, ὡς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, καὶ ἐβιάζοντο τοὺς Ἰουδαίους μεταλαμβάνειν ὧν οὐκ ἠβούλοντο. διδάσκει τοίνυν ὡς ὁ μὲν πιστεύων,
Γενναδίου. Ἐν τούτοις δὲ καὶ ἀντιπίπτων, ἔοικε λύειν. ὡς γάρ τινος εἰπόντος, ἆρα γε ἃν διὰ τὸν ἀσθενῆ, οὐδὲ ἐγὼ φάγω, οὐ γίνομαι αὐτῷ ὅμοιος; μονονουχὶ λέγει μὴ γένοιτο μη γὰρ σου ἐνώπιον Θεοῦ ἀκίβδηλος μένει. καὶ οὐ μόνον οὐδὲν παραβλάπτῃ ἐκ τούτου, ἀλλὰ καὶ μακαρισμὸν προξενεῖς σεαυτῷ, ἐὰν διὰ τὴν τοῦ ἀδελφοῦ σωτηρίαν οὐκ ἐσθίῃς. ” μακάριος γάρ,” φησιν, “ ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. ” τουτέστιν, ὁ ἔχων τὸ συνειδὸς μαρτυροῦν αὐτῷ, οὐκ ἐν τούτῳ μόνῳ ἐν ᾧ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ ἀπέχεται βρωμάτων, ἀλλὰ καὶ ἁπλῶς ἐν παντὶ πράγματι, ὃ ἂν διὰ δοκιμῆς ἀκριβοῦς κατανοήσῃ, ὅτι ἀγαθόν ἐστιν· ἔπειτα πράττῃ αὐτὸ, τὴν συνείδησιν ἔχων μαρτυροῦσαν.
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν, διὰ γραφῶν προφητικῶν, κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
Χρυσοστόμου. Κατὰ τὸ οἰκεῖον ἔθος, κἀνταῦθα ὁ Παῦλος εἰς εὐχὴν καὶ δοξολογίαν κατακλείει τὴν παραίνεσιν. ἡ δὲ ἀκολουθία αὕτη ἐστί. τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, δόξα εἰς τοὺς αἰῶνας ἀμήν. πάλιν γὰρ ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν· νυνὶ δὲ εὐχόμενος, ὑπὲρ τούτων τίθησι τὴν ἱκετηρίαν. εἰπὼν δὲ “ στηρίξαι, ” ἐπάγει, κατὰ ποῖον τρόπον, “ κατὰ τὸ εὐαγ- “ γέλιόν μου.” τοῦτο δὲ δηλοῦντος ἦν, ὅτι οὔπω ἦσαν βεβαιωθέντες, ἀλλ’ εἱστήκεισαν μὲν, ἐσαλεύοντο δέ. εἶτα ποιῶν τὸν λόγον ἀξιόπιστον, ἐπήγαγε, “ καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ.” τουτέστιν, ὃ αὐτὸς ἐκήρυξεν. εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ’ ἐκείνου οἱ νόμοι. φιλοσοφῶν δὲ λοιπὸν καὶ περὶ τοῦ κηρύγματος, δείκνυσιν ὅτι πολλῆς εὐεργεσίας τοῦτο δῶρον,
Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ περὶ υἱοῦ β' λόγου. Εἰ γὰρ τὸ, “ μόνῳ σοφῷ Θεῷ,” ἣ τὸ, “ μόνῳ ἔχοντι ἀθανασίαν, φῶς “ οἰκοῦντι ἀπρόσιτον,” ἣ “ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ. “ μόνῳ σοφῷ Θεῷ,” καὶ ὅσα τοιαῦτα, νοήσεις ὡς πρὸς τὸν Υἱὸν ἀντιδιηρημένα, καὶ μὴ κατὰ κοινοῦ τῆς θεότητος εἰρημένα, ἐπ’ ἀναιρέσει τῶν οὐκ ὄντων μὲν θεῶν, λεγομένων δὲ, οἰχήσεταί σοι θάνατον κατακριθεὶς ὁ Υἱός· ἢ σκότος, ἣ τὸ μὴ σοφὸς εἶναι, μὴ δὲ βασιλεὺς, μὴ δὲ ἀόρατος, μηδόλως Θεὸς, ὁ τῶν εἰρημένων κεφάλαιον. εἰ δὲ μὴ πείθῃ, τί φήσεις πρὸς τοὺς λέγοντας, ἑτέρωθι, τὸν Υἱὸν μόνον εἰρῆσθαι Θεὸν, κατὰ τὰς σὰς ὑποθέσεις. ἐν τίσι τοῖς ῥήμασιν; ἐν ἐκείνοις, “ οὗτος σοῦ Θεός. καὶ οὐ λο- “ γισθήσεται ἕτερος πρὸς αὐτόν.” καὶ μετ’ ὀλίγα—μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ὅτι μὲν γὰρ οὐ περὶ τοῦ Πατρὸς, ἀλλὰ περὶ τοῦ Υἱοῦ τὸ λεγόμενον, ἡ προσθήκη σαφῶς παρίστησιν. οὗτος γάρ ἐστιν ὁ σωματικῶς ὁμιλήσας ἡμῖν, καὶ μετὰ τῶν κάτω γενόμενος. οὐδὲ νικήσειε κατὰ τοῦ Πατρὸς λέγεσθαι τοῦτο. μὴ τῶν νομιζομένων Θεῶν, ἡττήμεθα τὸν Πατέρα δι’ ὧν τοῦ Υἱοῦ κατεσπουδάκαμεν. τι τῆς νίκης ταύτης γένοιτ’ ἃν ἀθλιώτερον ἢ ζημιωδέστερον;
Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως. πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.