Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Γενναδίου. Ὥσπερ γάρ τινος ἀντειπόντος, πρὸς τὸ, “ καλὸν “ τὸ μὴ φαγεῖν κρέα.” τί οὖν, ἐγὼ τὴν ἐμαυτοῦ πίστιν ἀρνήσομαι δι’ ἐκεῖνον; οὐκ ἐκστῆναι σε, φησὶ, κελεύω τῆς πίστεως. τοὐναντίον μὲν οὖν καὶ παρακαλῶ ταύτης ἀντέχεσθαι. ἀλλὰ νου-
489
θετῷ μὴ σκανδαλίζειν ταύτῃ τὸν ἀδελφόν. ἧς δὲ ἔχεις ’πι πίστεως ἀρκεῖσθαι μάρτυρι μόνῳ τῷ Θεῷ. ἔξεστι γὰρ οὕτω, μὴ καὶ σὲ ζημιοῦσθαι τὴν πίστιν· κἀκεῖνον μὴ παραβλάπτεσθαι.
Θεοδωρήτου. Οὐ φυλάττεις, φησὶ, τὸν νόμον; μέγα τὸ κτῆμα· ἀξιέπαινον τὸ κατόρθωμα. ἀλλὰ μὴ λυμαινέσθω τῷ πέλας· ἐνώπιον δὲ τοῦ Θεοῦ τῇ πίστει κέχρησο.