Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Ἔργον τοῦ Θεοῦ, τὴν σωτηρίαν τοῦ ἀδελφοῦ καλεῖ. πολὺν ἐπιτείνων τὸν φόβον, καὶ δεικνὺς, ὅτι τοὐναντίον οὗ σπουδάζει ποιεῖ. οὐ γὰρ μόνον οὐκ οἰκοδομεῖς, φησὶν, ὃ νομίζεις ἀλλὰ καὶ καταλύεις. καὶ οἰκοδομὴν οὐκ ἀνθρωπίνην, ἀλλὰ Θεοῦ· καὶ οὐδὲ μεγάλου τινος ἕνεκεν, ἀλλὰ πράγματος εὐτελοῦς, ἕνεκεν γὰρ βρώματος φησί.
Θεοδωρήτου. Ἢ ἔργον τοῦ Θεοῦ, τὸ εἰς αὐτὸν πιστεύειν. καθὼς, ὁ Κύριος εἶπε, “τοῦτο γάρ ἐστι,” λέγων, “τὸ ἔργον τοῦ Θεοῦ. “ ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” ἐπειδὴ τοίνυν εἰκὸς ἦν, καὶ ἀποστῆναι τῆς πίστεως τῶν Ἰουδαίων τινὰς, τὰ ὀνείδη μὴ φέροντας τῶν ἐξ ἐθνῶν πεπιστευκότων, εἰκότως ἔφη, “ μὴ ἕνεκεν “ βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.”
Πάντα μὲν γὰρ καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
Μῆ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.