Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι
485
τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν. “ πάντα μὲν καθαρὰ,” λέγων· ἀλλὰ τῷ μετὰ πονηροῦ συνειδότος ἐσθίοντι, κακόν. ὥστε κἂν ἀναγκάσῃς, καὶ φάγῃ, τὸ ὄφελος οὐδέν. οὐ γὰρ τὸ φαγεῖν ποιεῖ ἀκάθαρτον, ἀλλ’ ἡ γνώμη, μεθ᾿ ἧς ἐσθίει. ἃν τοίνυν ἐκείνην μὴ διορθώσῃ, πάντα εἰκῆ πεποίηκας, καὶ μᾶλλον ἔβλαψας. οὐ γάρ ἐστιν ἶσον ἀκάθαρτόν τι νομίζειν, καὶ νομίζοντα ἀκάθαρτον ἀπογεύεσθαι. δύο τοίνυν ἐνταῦθα ἁμαρτάνεις. καὶ τὴν πρόληψιν ἐπιτείνων τῇ φιλονεικίᾳ· καὶ ἀκαθάρτου ποιῶν ἀπογεύεσθαι. ὥστε ἕως ἃν μὴ πείσῃς, μὴ ἀναγκάσῃς.
Θεοδωρήτου. Ἢ ἔργον τοῦ Θεοῦ, τὸ εἰς αὐτὸν πιστεύειν. καθὼς, ὁ Κύριος εἶπε, “τοῦτο γάρ ἐστι,” λέγων, “τὸ ἔργον τοῦ Θεοῦ. “ ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” ἐπειδὴ τοίνυν εἰκὸς ἦν, καὶ ἀποστῆναι τῆς πίστεως τῶν Ἰουδαίων τινὰς, τὰ ὀνείδη μὴ φέροντας τῶν ἐξ ἐθνῶν πεπιστευκότων, εἰκότως ἔφη, “ μὴ ἕνεκεν “ βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.”
Πάντα μὲν γὰρ καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.