Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου η ἀγάπη.
Χρυσοστόμου. Εἰδες πῶς ἑκατέρας ἔχει τὰς ἀρετάς; τήντε τῶν κακῶν ἀποχήν· “ κακὸν” γάρ, φησιν, “ οὐκ ἐργάζεται,” καὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν; πλήρωμα γὰρ νόμου, φησὶν, ἐστίν. οὐ τὴν διδασκαλίαν ἡμῖν τῶν πρακτέων συντόμως εἰσάγουσα μόνον, ἀλλὰ καὶ τὴν κατόρθωσιν αὐτῶν εὔκολον ποιοῦσα. οὐ γὰρ ὅπως ἃν μάθοιμεν τὰ ὠφελοῦντα μόνον ἐσπούδακεν, ὅπερ ἐστι τοῦ νόμου, ἀλλὰ καὶ εἰς τὴν ἐργασίαν αὐτῶν πολλὴν εἰσάγει τὴν συμμαχίαν ἡμῖν· ὁλόκληρον ἐν ἡμῖν κατορθοῦσα τὴν ἀρετήν.
Χρυσοστόμου. Μῆ γάρ τοι, φησὶν, μὴ δὲ τοῦτο χάριν εἶναι νόμιζε· καὶ γὰρ τοῦτο ὀφειλή. ὀφείλεις γὰρ τῷ ἀδελφῷ τὴν ἀγάπην, διὰ τὴν συγγένειαν τὴν πνευματικήν. οὐ ταύτῃ δὲ μόνον, ἀλλ’ ὅτι καὶ μέλη ἐσμὲν ἀλλήλων. κἂν αὕτη ἡμᾶς ἐπιλίπῃ, τὸ πᾶν διεσπάσθη. φίλει τοίνυν τὸν ἀδελφόν. ἐκ γὰρ τῆς φιλίας αὐτοῦ τοσαῦτα κερδαίνεις, ὡς τὸν νόμον ἅπαντα πληροῦν. οὐκ εἶπε δὲ ἀναπληροῦται ἁπλῶς ἐν τούτῳ, ἀλλ’ “ ἀνακεφαλαιοῦται.” συντόμως δηλονότι καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν ἔργον. καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς, ἡ ἀγάπη. καὶ οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. οὐ γὰρ ἁπλῶς εἶπεν “ ἀγαπήσεις τὸν πλησίον,” ἀλλ’ “ ὡς σεαυτόν.”