Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φό- βον· τῷ τὴν τιμὴν, τὴν τιμήν.

Χρυσοστομου. Ἔτι τῶν αὐτῶν ἔχεται. οὐ χρήματα μόνον κελεύων αὐτοῖς τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον. καὶ πῶς ἀνωτέρω λέγων, “θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν· τὸ ἀγαθὸν ποίει ἐνταῦθα λέγει, ἀπόδοτε τὸν φόβον ; τὴν ἐπιτετα- μένην λέγων τιμὴν, οὐ τὸν ἐκ πονηροῦ συνειδότος φόβον, ὃν ἀνω- τέρω ᾐνίξατο. καὶ οὐδὲ εἶπε δότε, ἀλλὰ *’ ἀπόδοτε.” οὐδὲ γὰρ χαρίζῃ τοῦτο ποιῶν. ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα. κἂν μὴ πράτ-

464
τῆς αὐτὸ, ἀγνώμονος ὑποστήσῃ δίκην. μὴ δὴ νομίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι, πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωμα, ἐὰν ἄρχοντος παριόντος ὑπαναστῇς. εἰ γὰρ Ἑλλήνων ὄντων τότε τῶν ἀρχόντων, ταῦτα ἐνομοθέτησε, πολλῷ μᾶλλον νῦν ἐπὶ τῶν πιστῶν τοῦτο γίνεσθαι χρή. εἰ δὲ λέγεις ὅτι σὺ μείζονα ἐμπεπίστευσαι, μάθε ὅτι οὐκ ἔστι σοῦ νῦν ὁ καιρός. ξένος γὰρ εἶ καὶ παρεπίδημος. ἔσται δὲ καιρὸς, ὅτε λαμπρότερος πάντων φανήσῃ.