Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Θεοδωρήτου. Ἀπὸ γοῦν τῶν σωματικῶν, δείκνυσι τὰ πνευματικά. καὶ γὰρ οἱ παράνομον ἀσπαζόμενοι βίον, ἐκεῖνα ἐν νυκτὶ δρῶντες, μεθ’ ἡμέραν τὸ τῆς εὐκοσμίας περιτίθενται σχῆμα. βούλεται τοίνυν ὡς τῆς νυκτὸς διελθούσης, καὶ τῆς ἀγνοίας ληξάσης, τῶν προτέρων ἡμᾶς ἀπηλλάχθαι κακῶν.
Μαξίμου. Ἡ γὰρ ἡμέρα ἔφθασεν· ἤγουν ἡ εὐαγγελικὴ χάρις· η το μυστήριον αὐτὸ του ταύτην ποιησαμένου τὴν χάριν ἐν ᾧ βούλεται πάντας ἡμᾶς ὡς ἐν ἡμέρᾳ γνώσεως καὶ ἀληθείας εὐσχημόνως περιπατεῖν. ἡμέρα γὰρ ἀιδίου φωτός ἐστιν ὁ Χριστός. ἐν ᾧ δεῖ πάντας τοὺς αὐτῷ πεπιστευκότας, διὰ τῆς τῶν ἀρετῶν εὐσχημοσύνης καλῶς πολιτεύεσθαι.
Τοῦ Χρυσορήμονοσ. Εἰπὼν ὅτι ἡ ἡμέρα ἤγγικεν, οὐδὲ ἐγγὺς εἶναι αὐτὴν ἀφίησιν, ἀλλ’ ἤδη αὐτὴν ἐφίστησι. καὶ ἀφ’ ὧν μάλιστα οἱ πολλοὶ προτρέπονται, ἀπὸ τούτων αὐτοὺς ἐφέλκεται, τῆς εὐσχημοσύνης. πολὺς γὰρ αὐτοῖς τῆς παρὰ τῶν πολλῶν δόξης ὁ λόγος. καὶ οὐκ εἶπε περιπατεῖτε, ἀλλὰ “ περιπατήσωμεν.” ἀνεπαχθῆ ποιῶν τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν. εἰπὼν δὲ “ μὴ κώμοις καὶ μέθαις,” οὐ τὸ πίνειν κωλύει, ἀλλὰ τὸ ἀμέτρως. οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μετὰ ἀμετρίας καὶ παροινίας. ὥσπερ καὶ ἐν τῷ, “ μὴ κοίταις καὶ ἀσελγείαις” εἰπεῖν, οὐ τὸ μίγνυσθαι νομίμοις γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν.