Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Γενναδίου. Ἐν ἀρχῇ τοῦ κηρύγματος κεκρατημένοις τοῖς ἀνθρώποις ὑπὸ τῶν προτέρων ἐθῶν, δυσπαράδεκτον ἦν τὸ εὐαγγέλιον, ὑπισχνούμενον καὶ τὰ ὑπὲρ ἔννοιαν ἀνθρωπίνην, καὶ παρ’ ἰδιωτῶν καὶ πτωχῶν καταγγελλόμενον. οὗ χάριν, πολλή τις ἦν τότε τῶν χαρισμάτων ἡ χορηγία, δυσωποῦσα τούτους μεταμανθάνειν τὰ παρὰ τῶν Ἀποστόλων διδάγματα. κάτοχοι δὲ γινόμενοι τῷ Πνεύματι, καὶ οἷον πρὸ ὀφθαλμῶν ὁρῶντες τὰ κηρυττόμενα διὰ τῆς διδομένης αὐτοῖς ὑπὸ τοῦ Πνεύματος ἐξουσίας εἰς τὴν τῶν σημείων ἐνέργειαν, ἠτίμαζον τὰ παρόντα, πλοῦτον, δόξαν, καὶ βασίλειαν αὐτήν. ἐκ τούτου προβαίνειν ἔμελλεν εἰς στάσεις αὐτοῖς τὸ πρᾶγμα· περιττὸν ἡγουμένοις μετὰ Χριστὸν τῇ πρόσθεν ἐμμένειν καταστάσει· τῆς τοιαύτης γνώμης μάλιστα καὶ ἐξ αὐτῆς αὐτοῖς τῆς Ἐπιστολῆς κυρουμένης. διὰ πάσης γὰρ συνεβούλευε τὸ μὴ κατὰ σάρκα ζῆν ἔτι αὐτοὺς ὡς Χριστῷ μεταστάντας, ἀλλὰ κατὰ Πνεῦμα. τοῦτο οὖν προυπιδόμενος ὁ Ἀπόστολος τὴν ἁρμόζουσαν πρὸς αὐτοὺς καὶ περὶ τούτου ποιεῖται διδασκαλίαν, “ πᾶσα “ ψυχὴ,” λέγων, “ ἐξουσίαις ὑποτασσέσθω.” καὶ οὐκ εἶπεν ἐξουσιάζουσιν, ἀλλ’ “ ἐξουσίαις.” ἵν ἐκ τοῦ πράγματος τοὺς ἐν τῷ πράγματι διδάξῃ τιμᾶσθαι, καὶ μὴ διὰ τὴν τινῶν κακίαν τὸ πρᾶμα ὑβρίζηται.
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι, ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν. ὥστε ὁ ἀντιτασσό-