Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Πολὺν δὲ τοῦ πράγματος τούτου ποιεῖται λόγον καὶ ἐν ἑτέραις ἐπιστολαῖς· καθάπερ τοὺς οἰκέτας τοῖς δεσπόταις, οὕτω καὶ τοὺς ἀρχομένους τοῖς ἄρχουσιν ὑποτάττων. ποιεῖ δὲ τοῦτο, δεικνὺς, ὡς οὐκ ἐπ’ ἀνατροπῇ τῆς κοινῆς πολιτείας ὁ Χριστὸς τοὺς παρ’ αὐτοῦ νόμους εἰσήγαγεν, ἀλλ’ ἐπὶ διορθώσει βελτίονι. καὶ παιδεύων μὴ περιττοὺς ἀναδέχεσθαι πολέμους καὶ ἀνονήτους. ἀρκοῦσι γὰρ αἱ διὰ τὴν ἀλήθειαν ἡμῖν ἐπαγόμεναι ἐπιβουλαί. σκόπει δὲ πῶς καὶ εὐκαίρως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον. ἐπειδὴ γὰρ τὴν πολλὴν ἐκείνην ἀπῄτησε φιλοσοφίαν, καὶ τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς δυσπραγοῦσι, καὶ τοῖς δεομένοις, καὶ πᾶσιν ἁπλῶς χρησίμους εἰργάσατο. καὶ τὴν ἀγγελίανh πρέπουσαν ἐνεφύτευσε πολιτείαν, καὶ θυμὸν ἐκένωσε, καὶ ἀπόνοιαν κατέστειλε, καὶ διὰ πάντων κατελέανεν αὐτῶν τὴν διάνοιαν, τότε καὶ τὴν περὶ τούτων εἰσάγει παραίνεσιν. δεικνὺς δὲ ὅτι πᾶσι ταῦτα διατάττεται, καὶ ἱερεῦσι καὶ μοναχοῖς, οὐχὶ τοῖς βιωτικοῖς μόνον, ἐκ προοιμίων αὐτὸ δῆλον ἐποίησεν οὕτω λέγων, “ πᾶσα ψυχὴ ἐξου- “ σίαις ὑπερεχούσαις ὑποτασσέσθω,” κἂν ἀπόστολος ἦς, κἂν εὐαγγελιστὴς, κἂν προφήτης, κἂν ὁστισοῦν· οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή. καὶ οὐχ ἁπλῶς εἶπε πειθέσθω, ἀλλ’ [*](h Fort. Leg. ἀγγέλοις.)

460
“ ὑποτασσέσθω·” καὶ πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας, καὶ λογισμὸς πρέπων πιστοῖς, τὸ παρὰ Θεοῦ ταῦτα διατετάχθαι. “ οὐ γάρ ἐστιν ἐξουσία,” φησὶν, “ εἰ μὴ ὑπὸ Θεοῦ.” τί λέγεις; πᾶς οὖν ἄρχων ὑπὸ Θεοῦ κεχειροτόνηται; οὐ τοῦτο λέγω φησίν. οὐδὲ περὶ τῶν καθέκαστον ἀρχόντων ὁ λόγος μοι νῦν, ἀλλὰ περὶ αὐτοῦ τοῦ πράγματος. τὸ γὰρ ἀρχὰς ειναι· καὶ τοὺς μὲν, ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων, τῶν δήμων τῇδε κἀκεῖσε περιφερομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον εἶναι φημί. διὰ τοῦτο οὐκ εἶπεν, οὐ γάρ ἐστιν ἄρχων εἰ μὴ ὑπὸ τοῦ Θεοῦ, ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται. οὕτω καὶ ὅταν λέγῃ τίς σοφὸς ὅτι παρὰ Κυρίου ἁρμόζεται ἀνδρὶ γυνὴ, τοῦτο λέγει, ὅτι ὁ Θεὸς τὸν γάμον ἐποίησεν. οὐχ ὅτι ἕκα- ’στὸν συνιόντα γυναικὶ αὐτὸς συνάπτει. καὶ γὰρ ὁρῶμεν τινας ἔπι κακῷ καὶ νόμῳ γάμου συνιόντας ἀλλήλοις. καὶ οὐκ ἃν τῷ Θεῷ τοῦτο λογισαίμεθα. εἰπὼν τοίνυν πόθεν εἰσὶν αἱ ἀρχαὶ, ἐπήγαγεν, “ ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέ- “ στηκεν.” εἶδες ποῦ τὸ πρᾶγμα ἀνήγαγε; καὶ πόθεν ἐφόβησε; καὶ πῶς ἔδειξε τοῦτο κατ’ ὀφειλὴν γινόμενον; ἴνα γὰρ μὴ λεγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς, καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας, ἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττεται, ὁ τοῦτο ποιῶν. ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὐποτασσόμενος, πείθεται. ἀλλ’ οὐ λέγει οὕτως. οἷον, ὅτι τῷ Θεῷ πείθεται, ὁ τοῖς ἄρχουσιν ὑπακούων. ἀλλ’ ἀπὸ τοῦ ἐναντίου φοβεῖ, καὶ ἀκριβέστερον αὐτὸ κατασκευάζει, λέγων, ὅτι ὁ μὴ ὑπακούων ἐκείνοις, τῷ Θεῷ πολεμεῖ, τῷ ταῦτα νομοθετήσαντι. καὶ τοῦτο σπουδάζει δεῖξαι πανταχοῦ. ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ’ ὀφείλομεν. οὕτω γὰρ ἃν καὶ τοὺς ἄρχοντας τοῖς ἀπίστοις μᾶλλον ἐπεσπάσατο πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. καὶ γὰρ πολὺς περιεφέρετο λόγος τότε ἐπὶ στάσει καὶ καινοτομίᾳ διαβάλλων τοὺς Ἀποστόλους, ὡς ἐπ’ ἀνατροπῇ τῶν κοινῶν νόμων ἅπαντα καὶ ποιοῦντας καὶ λέγοντας. μὴ τοίνυν αἰσχύνου, φησι, τῇ τοιαύτῃ ὑποταγῇ. καὶ γὰρ ο Θεὸς τοῦτο ἐνομοθέτησε, καὶ σφοδρός ἐστι μωρὸς καταφρονουμένων τούτων. καὶ οὐδείς σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρὰ ἀνθρώπων
461
ὑποστήσῃ τιμωρίαν χαλεπωτάτην. καὶ οὐδείς σου προστήσεται. καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. ἅπερ ἅπαντα αἰνιττόμενος ἔλεγεν, “ οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρίμα λήψονται.” ἀντὶ τοῦ, καθ’ ἑαυτῶν τὴν κατάκρισιν ἐπισπάσονται.

Ισιδώρου. Εἰ δέ τις ἀλιτήριος παρανόμως εἰς τὴν ἀρχὴν εἰσεκώμασεν, οὐ δήπου τοῦτον παρὰ Θεοῦ κεχειροτονῆσθαι φαμὲν, ἀλλὰ συγκεχωρῆσθαι. ἣ πρὸς τὸ πᾶσαν τὴν οἰκείαν πονηρίαν, ὥσπερ ὁ Φαραὼ, ἐξεμέσαι, καὶ οὕτω δίκην δοῦναι τὴν ἐσχάτην· ἣ πρὸς τὸ σωφρονίσαι τοὺς ὠμότητος δεομένους, ὥσπερ ὁ Βαβυλώνιος τοὺς Ἰουδαίους.

Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· Θεοῦ γὰρ διάκονος ἐστί σοι εἰς τὸ ἀγαθόν.

Χρυσοστόμου. Ἐπειδὴ βαθεῖαν ἔδωκε τὴν πληγὴν, καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν ὥσπερ σοφὸς ἰατρὸς, φάρμακα προσηνῆ καὶ θεραπευτικὰ τιθεὶς, καὶ παραμυθούμενος, καὶ λέγων, τι δέδοικας; μὴ γὰρ, ἐπιτιμᾷ καλῶς πράττοντι; μὴ γάρ ἐστι φοβερὸς ἀρετῆς ἐπιμελουμένῳ; διὸ καὶ ἐπάγει, “ θέλεις δὲ μὴ “ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. είδες πῶς αὐτὸν ᾠκείωσε τῷ ἄρχοντι, δείξας αὐτὸν καὶ ἐπαινέτην αὐτοῦ καθήμενον; “ Θεοῦ γάρ ἐστι διάκονος εἰς τὸ “ ἀγαθόν. ” τοσοῦτον ἀπέχει τοῦ φοβῆσαι φησὶ, ὅτι καὶ ἐπαινεῖ. τοσοῦτον ἀπέχει τοῦ κωλύειν τὸ ἀγαθὸν ποιεῖν, ὅτι καὶ συμπράττει. ὅταν οὖν καὶ ἐπαινέτην ἔχῃς καὶ βοηθὸν, διατὶ οὐχ ὑποτάσσῃ; καὶ γὰρ καὶ ἄλλως εὐκολωτέραν σοι ποιεῖ τὴν ἀρετήν· τοὺς μὲν πονηροὺς, κολάζων· τοὺς δὲ ἀγαθοὺς, εὐεργετῶν καὶ τιμῶν, καὶ τῷ βουλήματι τοῦ Θεοῦ συμπράττων. διὸ καὶ διάκονον αὐτὸν ἐκάλεσε. καὶ σοί, φησι, διάκονος ἐστὶ Θεοῦ· κωλύων τοὺς κακοὺς, καὶ τὴν ἐκ τούτων βλάβην σοι ἀφαιρούμενος, καὶ ἄδειαν παρέχων εἰς τὸ ποιεῖν σε τὸ ἀγαθόν. διακονεῖ δέ σοι εἰς τὸ ἀγαθὸν, καὶ ὅταν ἐπὶ τοῖς κακοῖς φοβῇ, ἀνακόπτων σε ἐκεῖθεν, καὶ προτρεπόμενος εἰς ἀρετήν. ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχόμενος, προτρέπει σε εἰς τοῦτο.

462

Ἔὰν δὲ τὸ κακὸν ποιεῖς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ κακῶς πράσσοντι.

Θεοδψρήτου. Εἰ τῶν ἀγαθῶν, φησὶν, ἐρᾷς, τίμα τὴν ἐξουσίαν, ὡς ταῦτα νομοθετοῦσαν. εἰ δὲ τἀναντία μετέρχῃ, δείδιθι ταύτην τὴν ψῆφον. ἐπὶ τιμωρίᾳ γὰρ τῶν πονηρῶν, θεόθεν κεχειροτονηται.

Χρυσοστόμου. Εἶδες πῶς αὐτὸν ἐπέστησε, καθοπλίσας καθάπέρ τινα στρατιώτην φοβερὸν τοῖς ἁμαρτάνουσιν; ἀλλ’ ἵνα μὴ πάλιν ἀκούσας κόλασιν καὶ μάχαιραν, ἀποπηδήσῃς, φησὶν ὅτι Θεοῦ νόμον πληροῖ. τι γὰρ εἰ καὶ αὐτὸς ἀγνοεῖ; ἀλλ’ ὁ Θεὸς οὕτως ἐτύπωσεν. εἰ τοίνυν ὁ κολάζων διάκονός ἐστιν, ἐκδικῶν ἀρετὴν, τὴν, ἀπελαύνων κακίαν, ὅπερ ὁ Θεὸς βούλεται, τίνος ἕνεκεν αὐτῷ φιλονεικεῖς, τοιαῦτα εἰσάγοντι ἀγαθά;