Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Καὶ τοῦτο διδασκαλίας εἶδος. “ εἰ γάρ ἐστιν “ ἐν ὑμῖν λόγος παρακλήσεως,” φησὶ, “ πρὸς τὸν λαὸν, λέγετε.” εἶτα δεικνὺς ὡς οὐ μέγα ὄφελος ἀρετὴν μετιέναι. εἰ μὴ του προσήκοντος τοῦτο γίνοιτο νόμου, ἐπάγει.

Χρυσοστόμου. “ Ὁ μεταδιδοὺς, ἐν ἁπλότητι.” οὐ γὰρ ἀρκεῖ τὸ δοῦναι. ἀλλὰ δεῖ καὶ μετὰ δαψιλείας τοῦτο ποιεῖν. ἁπλότητα γὰρ τοῦτο οἶδε πανταχοῦ. ἐπεὶ καὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἐπειδὴ τὸ ἀρκοῦν οὐκ εἶχον, τοῦ παντὸς ἐξέπεσον.

Θεοδωρήτου. “ Ἐν ἁπλότητι” οὖν φησι. μὴ τὴν τῶν ἀνθρώπων θηρώμενος δόξαν, ἀλλὰ τὴν χρείαν τοῦ δεομένου πληρῶν. μὴ δὲ λογισμοῖς κεχρημένος, εἴτε ἀπόχρη τὰ ὄντα, εἴτε καὶ μή. ἀλλὰ τῷ Θεῷ θαρρῶν, καὶ φιλοτίμως τὴν χορηγίαν ποιούμενος. Χρυσοστόμου. “ Ὁ προιστάμενος, ἐν σπουδῇ.” οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι. “ ὁ ἐλεῶν, ἐν ἱλαρότητι.” οὐ γὰρ ἀρκεῖ τὸ ἐλεῆσαι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν. μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον, ἀλλὰ καὶ μετὰ φαιδρᾶς καὶ χαιρούσης. οὐ γάρ ἐστιν ἶσον μὴ λυπεῖσθαι, καὶ χαίρειν. τοῦτο καὶ ἐν τῇ μεταδόσει τὴν ἁπλότητα ζητεῖ, καὶ ἐν τῷ ἐλέῳ τὴν ἱλαρότητα, καὶ ἐν τῇ προστασίᾳ τὴν σπουδήν. οὐδὲ γὰρ χρήμασι μόνον βούλεται τοῖς δεομένοις ἡμᾶς βοηθεῖν, ἀλλὰ καὶ ῥήμασι, καὶ πράγμασι, καὶ σώματι, καὶ τοῖς ἄλλοις ἅπασι. καὶ εἰπὼν τὴν προηγουμένην προστασίαν, τὴν διὰ τῆς διδασκαλίας, τὴν διὰ τῆς παρακλήσεως· αὕτη γὰρ ἀναγκαιοτέρα, ὅσῳ καὶ ψυχῆς ἐστι τροφὴ, ἦλθεν ἐπὶ τὴν διὰ τῶν χρημάτων, καὶ τὴν διὰ τῶν ἄλλων πραγμάτων. εἶτα δεικνὺς πῶς ἃν ταῦτα κατορθωθείη, τὴν μητέρα αὐτῶν εἰσάγει τὴν ἀγάπην.

Βασιλείου. Ἔστι δὲ ἔλεος, πάθος ἐπὶ τοὺς παρ’ ἀξίαν καὶ παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον.