Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Δοὺς πρότερον τῷ ἠδικημένῳ, ὅπερ ἐπεπόθει, λέγω δὴ τὸ ἰδεῖν τὸν ἐχθρὸν κολαζόμενον ὑπὸ τοῦ Θεοῦ, λοιπὸν τὰ ὑψηλότερα παραινεῖ, “ μὴ νικῶ,” λέγων, “ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. ᾔδει γὰρ ὅτι κἂν θηρίον ῃ ὁ ἐχθρὸς, οὐ μένει ψωμιζόμενος, ἐχθρός· κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψωμίζων αὐτὸν καὶ ποτίζων· οὐδὲ αὐτὸς λοιπὸν τῆς τιμωρίας ἐπιθυμήσειε τῆς ἐκείνου. διὸ τῷ τέλει θαρρῶν τοῦ πράγματος, οὐχ ἁπλῶς ἠπείληται, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ. οὐ γὰρ εἶπε τιμωρήσεις, ἀλλὰ “ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν “ κεφαλὴν αὐτοῦ.” εἶτα, καὶ ἀνεκήρυξεν αὐτὸν εἰπών· “μὴ νικῶ “ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.” καὶ ἠρέμα πὼς ἠνίξατο τὸ μὴ ἰδεῖν τοιαύτῃ προαιρέσει ποιεῖν. τὸ γὰρ ἔτι μνησικακεῖν, ἡττᾶσθαι ἐστὶν ὑπὸ τοῦ κακοῦ. ἀλλὰ πρῶτον μὲν αὐτὸ οὐκ εἶπεν. οὐδὲ γὰρ εἶχε καιρόν. ὅτε δὲ ἐκένωσεν αὐτοῦ τὸν θυμὸν, τότε ἐπήγαγε, “ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. εἰ γοῦν καὶ σοῦ εὐεργετοῦντος τὸν ἐχθρὸν ὁ Θεὸς ἐκδικῶν σε ὀργίζεται αὐτῷ, καὶ πυρ’ πειρασμῶν καὶ κακώσεων ὢν κάτα σου ἐκεῖνος ἐτέκταινεν, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στρέφει, ἀλλ’ οὖν μὴ σὺ διὰ τοῦτο θελήσῃς αὐτὸν εὐεργετεῖν, ἵν ἐν τοιούτοις αὐτὸν κακοῖς ἴδῃς. ἐπεὶ ἐνικήθης ὑπὸ τοῦ κακοῦ. κακεῖνος μὲν οὐδὲν ἧττον ἃ ἔδει παθεῖν αὐτὸν, πάσχει. σὺ δὲ ἀπώλεσάς σου τὸν μισθὸν, νικηθεὶς ὑπὸ τοῦ κάκου.
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι, ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν. ὥστε ὁ ἀντιτασσό-
Γενναδίου. Ἐν ἀρχῇ τοῦ κηρύγματος κεκρατημένοις τοῖς ἀνθρώποις ὑπὸ τῶν προτέρων ἐθῶν, δυσπαράδεκτον ἦν τὸ εὐαγγέλιον, ὑπισχνούμενον καὶ τὰ ὑπὲρ ἔννοιαν ἀνθρωπίνην, καὶ παρ’ ἰδιωτῶν καὶ πτωχῶν καταγγελλόμενον. οὗ χάριν, πολλή τις ἦν τότε τῶν χαρισμάτων ἡ χορηγία, δυσωποῦσα τούτους μεταμανθάνειν τὰ παρὰ τῶν Ἀποστόλων διδάγματα. κάτοχοι δὲ γινόμενοι τῷ Πνεύματι, καὶ οἷον πρὸ ὀφθαλμῶν ὁρῶντες τὰ κηρυττόμενα διὰ τῆς διδομένης αὐτοῖς ὑπὸ τοῦ Πνεύματος ἐξουσίας εἰς τὴν τῶν σημείων ἐνέργειαν, ἠτίμαζον τὰ παρόντα, πλοῦτον, δόξαν, καὶ βασίλειαν αὐτήν. ἐκ τούτου προβαίνειν ἔμελλεν εἰς στάσεις αὐτοῖς τὸ πρᾶγμα· περιττὸν ἡγουμένοις μετὰ Χριστὸν τῇ πρόσθεν ἐμμένειν καταστάσει· τῆς τοιαύτης γνώμης μάλιστα καὶ ἐξ αὐτῆς αὐτοῖς τῆς Ἐπιστολῆς κυρουμένης. διὰ πάσης γὰρ συνεβούλευε τὸ μὴ κατὰ σάρκα ζῆν ἔτι αὐτοὺς ὡς Χριστῷ μεταστάντας, ἀλλὰ κατὰ Πνεῦμα. τοῦτο οὖν προυπιδόμενος ὁ Ἀπόστολος τὴν ἁρμόζουσαν πρὸς αὐτοὺς καὶ περὶ τούτου ποιεῖται διδασκαλίαν, “ πᾶσα “ ψυχὴ,” λέγων, “ ἐξουσίαις ὑποτασσέσθω.” καὶ οὐκ εἶπεν ἐξουσιάζουσιν, ἀλλ’ “ ἐξουσίαις.” ἵν ἐκ τοῦ πράγματος τοὺς ἐν τῷ πράγματι διδάξῃ τιμᾶσθαι, καὶ μὴ διὰ τὴν τινῶν κακίαν τὸ πρᾶμα ὑβρίζηται.
Μῆ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακὸν.