Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Ἐπάρας διὰ τῶν ὀνομάτων τὸν ἀκροατὴν, καὶ ἕκαστον ἱερέα τῆς ἑαυτοῦ σαρκὸς διὰ τῆς πολιτείας ἀποφήνας, λέγει καὶ τὸν τρόπον δι’ οὗ δυνατὸν ταῦτα κατορθοῦν. τίς οὖν ὁ τρόπος; “ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορ- “ φοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.” καὶ γὰρ χαμαίζηλον τὸ σχῆμα τοῦ αἰῶνος τούτου, καὶ εὐτελὲς καὶ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὑψηλὸν, οὐδὲ διηνεκὲς, καὶ εὐθεές· ἀλλὰ πάντα διεστραμμένα. εἰ τοίνυν ὀρθὰ βούλει βαδίζειν, μὴ τυπώσῃς σεαυτὸν κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου. οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βέβαιον ἐστί. διὸ καὶ σχῆμα ἐκάλεσεν αὐτό. καὶ ἀλλαχοῦ πάλιν, “ παράγει τὸ σχῆμα τούτου.” οὐδὲν γὰρ διαρκὲς οὐδὲ πεπηγὸς ἔχει, ἀλλὰ πάντα πρόσκαιρα. διὸ καὶ τῷ “ αἰῶνι τούτῳ” εἶπε. διὰ τούτου μὲν, τὸ ἐπίκηρον δηλῶν· διὰ δὲ τοῦ σχήματος, τὸ ἀνυπόστατον. κἂν γὰρ πλοῦτον εἴπῃς, κἂν ἄλλο τι τῶν δοκούντων εἶναι μεγάλων, σχῆμα μόνον ἐστὶν, οὐ πράγματος ἀλήθεια. ἀλλὰ σὺ μὴ συσχηματίζου τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦ, φησὶν, τῇ ἀνακαινώσει τοῦ νοός. οὐκ εἶπε μετασχηματίζου τῷ νοὶ, ἀλλὰ μεταμορφοῦ. δεικνὺς ὅτι τὰ μὲν τοῦ κόσμου, σχῆμα, τὰ δὲ, τῆς ἀρετῆς, οὐ σχῆμα ἀλλὰ μορφή τις ἀληθείας, φυσικὸν ἔχουσα κάλλος, οὐ δεόμενον τῶν ἔξωθεν ἐπιτριμμάτων τὲ καὶ σχημάτων, τῶν ὁμοῦ τὲ φαινομένων καὶ ἀπολλυμένων. ἃν τοίνυν τὸ σχῆμα ῥίψῃς, ταχέως ἐπὶ τὴν μορφὴν ἥξεις. οὐδὲν γὰρ τῆς κακίας ἀσθενέστερον. εἶτα ἐπειδὴ ἀνθρώπους ὄντας, εἰκὸς καθ’ ἑκάστην ἁμαρτάνειν ἡμέραν, παραμυθεῖται τὸν ἀκροατὴν λέγων, ὅτι καθεκάστην ἀνακαίνου σαυτόν. ὅπερ ἐπὶ τῶν οἰκιῶν ποιοῦμεν, παλαιουμένας αὐτὰς ἀεὶ διορθοῦντες, τοῦτο καὶ ἐπὶ σαυτοῦ ποίει. ἥμαρτες σή- μερον; ἐπαλαίωσάς σου τὴν ψυχήν; μὴ ἀπογνῷς, ἀλλ’ ἀνακαί-
Καὶ πῶς δυνησόμεθα τοῦτο ποιεῖν φησιν, “ εἰς τὸ δοκιμάζειν “ ὑμᾶς τι τὸ θέλημα τοῦ Θεοῦ.” ἢ τοῦτο φησίν. ἀνανεώθητε, ἵνα μάθητε τὰ συμφέροντα, καὶ τι ποτε τὸ θέλημα τοῦ Θεοῦ. ἣ οὕτω. δύνασθε ἀνανεωθῆναι, ἐὰν μάθητε τὰ συμφέροντα, καὶ τί ποτε βούλεται ὁ Θεός. ἃν γὰρ εἰδῇς τοῦτο, καὶ τῶν πραγμάτων μάθῃς διαγινώσκειν τὰς φύσεις, ἐπελάβου τῆς ὁδοῦ τῆς κατ’ ἀρετὴν ἁπάσης. καὶ τίς ἀγνοεῖ τὰ συμφέροντα φησίν. καὶ τί τὸ θέλημα τοῦ Θεοῦ; οἱ πρὸς τὰ παρόντα ἐπτοημένοι πράγματα, οὗτοι καὶ τὰ συμφέροντα αὐτοῖς, καὶ τὰ θελήματα τοῦ Θεοῦ ἀγνοοῦσι. καὶ γὰρ ἀμφότερα ταῦτα ἓν τί ἐστι. τά τε γὰρ συμφέροντα ἡμῖν ὁ Θεὸς βούλεται. καὶ ἃ βούλεται ὁ Θεὸς, ταῦτα καὶ συμφέροντα ἡμῖν εἰσίν. ἅπερ οὖν ὁ Θεὸς βούλεται, τίνα ἐστίν; ἐν πενίᾳ ζῆν, ἐν θλίψει, ἐν ταπεινοφροσύνῃ, ἐν τοῖς ἄλλοις οἷς ἐνομοθέτησεν ἅπασιν. ἀλλ’ οἱ πολλοὶ ταῦτα καὶ οἰωνίζονται. τοσοῦτον ἀπέχουσι νομίζειν εἶναι αὐτὰ συμφέροντα καὶ Θεοῦ θελήματα. διὸ χρὴ πρὸ τῶν ἄλλων ἁπάντων, τὴν κρίσιν ἡμῖν εἶναι τῶν πραγμάτων διηρθρωμένην. διάτοι τοῦτο καὶ αὐτὸς κελεύει ἀνανεοῦσθαι εἰς τὸ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ. ἐνταῦθα δέ μοι καὶ Ἰουδαίων καθάπτεσθαι δοκεῖ τῶν ἐχομένων τοῦ νόμου. θέθημα γὰρ ἦν τοῦ Θεοῦ καὶ ἡ παλαιὰ πολιτεία, ἀλλ’ οὐ προηγούμενον. ἀλλὰ διὰ τὴν ἐκείνων ἀσθένειαν συγχωρηθέν. τὸ δὲ τέλειον καὶ εὐάρεστον, ἡ καινὴ πολιτεία. καὶ γὰρ λογικὴν ὅτε ἐκάλεσε λατρείαν, πρὸς ἐκείνην ἀντιδιαστέλλων αὐτὴν οὕτως ὠνόμασεν.
Θεοδωρήτου. Ὁμοῦ δὲ καὶ τὸ τῆς ψυχῆς αὐτεξούσιον ἔδειξε· νεουργεῖν αὐτῇ κελεύσας τὸν λογισμὸν, καὶ διακρίνειν ἀπὸ τῶν χειρόνων τὰ κρείττονα·
Βασιλείου ἐκ τῶν ἀσκητικῶν. Πλὴν πολλά ἐστιν ἃ ὁ Θεὸς θέλει. τὰ μὲν, ἐν μακροθυμίᾳ καὶ χρηστότητι, ἅπερ ἀγαθά ἐστι καὶ λέγεται· τὰ δὲ, κατ’ ὀργὴν, διὰ τὰς ἁμαρτίας ἡμῶν, ἅπερ κακὰ ὀνομάζεται. “ ἐγὼ γάρ εἰμι,” φησὶν, “ ὁ ποιῶν εἰρήνην “ καὶ κτίζων κακά.” κακὰ δὲ οὐχ ὑπὲρ ὧν κολαζόμεθα, ἀλλὰ δι’ ὧν παιδευόμεθα. τὰ δὲ παιδεύοντα καὶ διὰ τῆς παιδεύσεως εἰς
Οἰκουμενίου. Τὸ δὲ “ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ. ἣ ἀντὶ τοῦ, μὴ συμμεταφέρεσθε τῇ ἀπάτῃ αὐτοῦ ἐστιν, ἣ ἀντὶ τοῦ μὴ μεταβάλλεσθε τοῖς καιροῖς.
Φωτίου. Ἣ ἀντὶ τοῦ, μὴ συμμετατίθεσθε ταῖς διδασκαλίαις τῶν ἐκ τοῦ αἰῶνος τούτου τοῦ ῥέοντος καὶ οὐχ ἱσταμένου τὴν διδασκαλίαν προσαγόντων. τοῦτο δὲ εἰπὼν, ἵνα μή τινες τῶν Ἰουδαίων εἴπωσιν, οὐκοῦν οὐδόλως δεῖ ἡμᾶς μετασχηματίζεσθαι, ἀπὸ τῆς παραδεδομένης ἡμῖν τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει, “ ἀλλὰ μεταμορφοῦσθε.” τουτέστι, δεῖ ἡμᾶς κατὰ τὸ θέλημα τοῦ Θεοῦ μετατίθεσθαι. πολὺ δὲ τὸ μέσον τῆς ἀπὸ τοῦ νόμου διδασκαλίας, καὶ τῆς κατὰ τὸ θέλημα τοῦ Θεοῦ σοφίας. ἡ μὲν γὰρ, καὶ αὐτὸ τὸ σχῆμα τὸ νομικὸν ἀπόλλυσιν, εἰς ἄλλο σχῆμα κακίας καὶ διαφθορᾶς ἄγουσα· ἡ δὲ, οὐ μόνον οὐκ ἀπόλλυσι τὸ του νόμου σχῆμα, ἐν σχήματι γὰρ καὶ σκιᾷ καὶ τύποις του νόμου ὑπῆρχεν, ἀλλὰ καὶ τελειοῖ αὐτό· τὴν λειπομένην αὐτῷ μορφὴν καὶ τὸ κάλλος ἀπαρτίζουσα καὶ ἀναπληροῦσα. διὸ δὴ καλῶς φησὶν, “ μὴ συσχηματίζεσθε, ἀλλὰ μεταμορφοῦσθε. τὸ μὲν γάρ ἐστιν, ἀπώλεια, τὸ δὲ, σωτηρία καὶ τελειότης.
Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
Χρυσοστόμου. Ἀνωτέρω εἰπὼν, “ διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ “ παρακαλῶ ὑμᾶς,” ἐνταῦθα πάλιν λέγει διὰ τῆς χάριτος. ὅρα διδασκάλου ταπεινοφροσύνην· ὅρα γνώμην κατεσταλμένην. ὸὐδαμοῦ ἑαυτὸν ἀξιόπιστον εἶναι φησὶ, πρὸς τὴν τοσαύτην παραίνεσιν καὶ συμβουλήν. ἀλλὰ ποτὲ μὲν, τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ παραλαμβάνει μεθ’ ἑαυτοῦ, ποτὲ δὲ τὴν χάριν. οὐ γὰρ ἐμὸν λόγον
Γενναδίου. Ἢ τὸ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι ἔφη, ἀντὶ τοῦ, ὡς τὴν περὶ τούτων διδάσκειν ἐξουσίαν ἐκ θείας χάριτος εἰληφώς.
Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θελημὰ τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.