Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Εἰ γὰρ ἕτερον φεύγεις ἐπιβουλεύοντα, τι σαυτὸν ὑπεύθυνον ποιεῖς τῇ κατηγορίᾳ; εἰ κακῶς ἐκεῖνος ἐποίησε, τί μὴ φεύγεις τὸν ζῆλον; καὶ ὅρα πῶς ἐνταῦθα οὐ διέστειλεν, ἀλλὰ κοινὸν τὸν νόμον ἔθηκεν. οὐ γὰρ εἶπε τῷ πιστῷ μὴ ἀποδῷς κακὸν, ἀλλὰ μηδενὶ, κἂν Ἕλλην ᾖ, κἂν μιαρὸς, κἂν ὁστισοῦν.

Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.

Χρυσοστόμου. Ἐπειδὴ ἄνω εἶπε “ μηδενὶ κακὸν ἀντὶ κακοῦ

453
“ ἀποδιδόντες,” προσέθηκε καὶ τὸ, “ προνοούμενοι καλά.” ὡς εἰ ἔλεγεν, οὐκ ἀρκεῖ μόνον τὸ μὴ ἀποδιδόναι κακὸν, ἀλλὰ δεῖ καὶ προνοεῖν τοῦ ποιήσαντος κακῶς ἡμᾶς. καὶ γὰρ ἄνω οὐκ ἠρκέσθη τῷ μὴ καταρᾶσθαι τοὺς διώκοντας, ἀλλὰ καὶ εὐλογεῖν προσέταξεν. ἢ τοίνυν τοῦτο φησί· ἢ ὅτι πρόνοιαν ποιεῖσθε τοῦ καλοὶ φαίνεσθαι ἐν τῷ μηδενὶ διδόναι ψόγου πρόφασιν. καὶ τοῦτό ἐστι τὸ, “ λαμ- “ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.” οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶμεν, ἀλλ’ ἵνα μὴ παρέχωμεν λαβὴν κα· ἑαυτῶν, τοῖς βουλομένοις. διὸ καὶ ἀλλαχοῦ ἔλεγεν, “ ἀπρόσκοποι γίνεσθε, καὶ “ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ.” καλῶς δὲ τὸ ἑξῆς ἐκόλασεν εἰπὼν,

Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.

Εστι γὰρ ὅπου οὐ δυνατόν. οἷον, ὅταν περὶ εὐσεβείας ὁ λόγος ᾖ· ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. καὶ τι θαυμάζεις, εἰ ἐπὶ ἀνθρώπων τῶν ἄλλων τοῦτο οὐ πανταχοῦ δυνατόν; ὅπου καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ· γυναικὸς ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπὼν, “ εἰ “ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.” ὃ δὲ λέγει, τοιοῦτόν ἐστι τὰ παρὰ σαυτοῦ πάρεχε, καὶ μηδενὶ δίδου πολέμου καὶ μάχης ἀφορμήν· μὴ Ἰουδαίῳ μὴ Ἕλληνι. εἰ δέ που τὴν εὐσέβειαν παραβλαπτομένην ἴδῃς, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας ἀλλ’ ἵστασο γενναίως ἕως θανάτου. καὶ μὴ δὲ οὕτω ψυχῇ πολέμει, μὴ δὲ ἀποστρέφου γνώμῃ, ἀλλὰ τοῖς πράγμασι μάχου μόνον. τοῦτο γάρ ἐστι τὸ “ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.” κἂν ἐκεῖνος μὴ εἰρηνεύῃ, σὺ μὴ πληρώσῃς χειμῶνος τὴν ψυχήν. ἀλλ’ ἕσο φιλόσοφος κατὰ γνώμην. ὅπερ ἔφθην εἰπὼν, τὴν ἀληθείαν μηδαμῶς προδιδούς.