Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Πόλλην πάλιν περὶ τῆς ταπεινοφροσύνης ποιεῖται τὴν σπουδήν. ὅθεν καὶ ἤρξατο τοῦ λόγου. καὶ γὰρ εἰκὸς ἦν φρονήματος μεστοὺς αὐτοὺς εἶναι καὶ ἀπὸ τῆς πόλεως, καὶ ἑτέρωθεν πολλαχόθεν. διὸ συνεχῶς ὑποσύρει τὸν νόσημα. οὐδὲν γὰρ οὕτως ἀποσχίζει σῶμα ἐκκλησίας, ὡς ἀλαζονεία. τί δέ ἐστι “ τὸ “ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες ” παρεγένετό σοι ὁ πένης εἰς τὴν οἰκίαν; γενοῦ κατ’ ἐκεῖνον τῷ φρονήματι. μὴ μείζονα λάβῃς ὄγκον διὰ τὸν πλοῦτον. μὴ δὲ ἃν ἴδῃς πενθοῦντα, ἀνάξιον σαυτοῦ νομίσῃς παραβαλέσθαι. μὴ δὲ ἃν ἴδῃς εὐημεροῦντα, ἐρωθριάσῃς κοινωνῆσαι τῆς ἡδονῆς καὶ συνησθῆναι. ἀλλ’ ὃ περὶ σεαυτοῦ φρονεῖς, καὶ περὶ ἐκείνου. οἷον μέγαν σαυτὸν εἶναι νομίζεις; οὐκοῦν καὶ ἐκεῖνον νόμιζε. ταπεινὸν καὶ μικρὸν ἐκεῖνον εἶναι ὑποπτεύεις; οὐκοῦν καὶ περὶ σαυτοῦ, τοῦτο ψηφίζου· καὶ πᾶσαν ἀνωμαλίαν ἔκβαλε. πῶς δ’ ἃν γένοιτο τοῦτο; εἰ τὴν ἀπόνοιαν ἐκβάλοις. διὸ καὶ ἐπήγαγε, “ μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς “ συναπαγόμενοι.” τουτέστιν, εἰς τὴν ἐκείνων εὐτέλειαν κατάβηθι, συμπεριφέρου, συμπεριέρχου. μὴ ἁπλῶς τῷ φρονήματι ταπεινοῦ, ἀλλὰ καὶ χεῖρα ὄρεγε. μὴ δι’ ἑτέρων, ἀλλὰ διὰ σεαυτοῦ. ταπεινοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς ταπεινόφρονας φησὶ, ἀλλὰ τοὺς εὐτελεῖς καὶ εὐκαταφρονήτους.

Χρυσοστόμου “ Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς. ” τουτέστι, μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς. καὶ γὰρ ἀλλαχοῦ φησὶν ἡ γραφὴ, “ οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν έπι- “ στήμονες.” καὶ διὰ τούτων δὲ πάλιν τὴν ἀπόνοιαν ὑπορύττει, καὶ τὸ φύσημα καταστέλλει. οὐδὲν γὰρ οὕτως ἐπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ. διὸ καὶ ἐν χρείᾳ ἀλλήλων κατέστησεν ἡμᾶς ὁ Θεός. κἂν γὰρ φρόνιμος εἰ, ἑτέρου δεήσῃ. ἃν δὲ νομίσῃς μὴ δεῖσθαι, ἀνοητότερος πάντων ἐγένου καὶ ἀσθενέστερος. ὁ γὰρ τοιοῦτος, καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης. καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς

452
διὰ τῆς ἀπονοίας. ἔστι γὰρ, ἔστι πολλάκις, καὶ τὸν φρόνιμον μὴ συνιδεῖν τὸ δέον, καὶ τὸν ἀνοητότερον εὑρεῖν τι τῶν προσηκόντων. μὴ τοίνυν νομίσῃς καθαιρεῖσθαι δεόμενος ἑτέρου. τοῦτο γάρ σε μᾶλλον ὑψοῖ.

Ἐκ Τῶν Ἀσκητικῶν. Ἆρα δὲ τοῦ Ἀποστόλου λέγοντος, ποτὲ μὲν, “ μὴ γίνεσθε ἄφρονες,” ποτὲ δὲ, “ μὴ γίνεσθε φρόνιμοι παρ’ “ ἑαυτοῖς.” δυνατὸν μὴ εἶναι φρόνιμον παρ’ ἑαυτῷ τὸν μὴ ἄφρονα; ἕκαστον πρόσταγμα ἴδιον ἔχει τὸν ὅρον. τὸ γὰρ “ μὴ γίνεσθε ἄφρονες,” ἐπιφέρει, “ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ.” καὶ τὸ “ μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ τὲ τὸν Κύριον. “ καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ.” ὥστε ἄφρων μέν ἐστιν, ὁ μὴ συνιεὶς τὸ θέλημα τοῦ Θεοῦ· φρόνιμος δὲ παρ’ ἑαυτῷ, πᾶς ὁ λογισμοῖς ἰδίοις χρώμενος, καὶ μὴ κατὰ πίστιν στοιχῶν τοῖς τοῦ Κυρίου ῥήμασιν. εἰ γοῦν τις βούλεται, μήτε φρόνιμος εἶναι, μήτε ἄφρων παρ’ ἑαυτῷ, συνιέναι ὀφείλει τὸ θέλημα τοῦ Κυρίου πίστει τῇ εἰς αὐτό; καὶ ἐν τῷ φόβῳ τοῦ Θεοῦ μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα, “λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ “ τῆς γνώσεως τοῦ Θεοῦ. καὶ αἰχμαλωτίζοντες ἅπαν νόημα εἰς “ τὴν ὑπακοὴν τοῦ Χριστοῦ.”

Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.

Γενναδίου. Ἑπειδὴ τὸ μὴ τοῖς ὁμοίοις ἀμύνεσθαι τοὺς πονηροὺς, τοῦ θείου διαγορεύοντος νόμου, πολλοὶ τῶν ἀνθρώπων ἐν ταῖς ἀδικίαις ἐρεθιζόμενοι ὑπὸ θύμου μωρίαν τοῦτο δοκοῦσι, καὶ τὸ στέργειν τὴν ἡσυχίαν ἐῶντες ὡς ἄνανδρον, εἴς σπουδὴν μείζονος βλάβης περιάγονται, παραινεῖ μὴ οὕτω ποιεῖν· μὴ δὲ τοῖς ἐξ ὀργῆς οἰκείοις παραχωρεῖν, ὡς κρείττοσι τῆς θείας διατάξεως λογισμοῖς. ἀλλ’ ὑπακούειν ἐκείνῃ, χαίρειν φήσαντας τούτοις.

Χρυσοστόμου. Εἰ γὰρ ἕτερον φεύγεις ἐπιβουλεύοντα, τι σαυτὸν ὑπεύθυνον ποιεῖς τῇ κατηγορίᾳ; εἰ κακῶς ἐκεῖνος ἐποίησε, τί μὴ φεύγεις τὸν ζῆλον; καὶ ὅρα πῶς ἐνταῦθα οὐ διέστειλεν, ἀλλὰ κοινὸν τὸν νόμον ἔθηκεν. οὐ γὰρ εἶπε τῷ πιστῷ μὴ ἀποδῷς κακὸν, ἀλλὰ μηδενὶ, κἂν Ἕλλην ᾖ, κἂν μιαρὸς, κἂν ὁστισοῦν.

Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.

Χρυσοστόμου. Ἐπειδὴ ἄνω εἶπε “ μηδενὶ κακὸν ἀντὶ κακοῦ

453
“ ἀποδιδόντες,” προσέθηκε καὶ τὸ, “ προνοούμενοι καλά.” ὡς εἰ ἔλεγεν, οὐκ ἀρκεῖ μόνον τὸ μὴ ἀποδιδόναι κακὸν, ἀλλὰ δεῖ καὶ προνοεῖν τοῦ ποιήσαντος κακῶς ἡμᾶς. καὶ γὰρ ἄνω οὐκ ἠρκέσθη τῷ μὴ καταρᾶσθαι τοὺς διώκοντας, ἀλλὰ καὶ εὐλογεῖν προσέταξεν. ἢ τοίνυν τοῦτο φησί· ἢ ὅτι πρόνοιαν ποιεῖσθε τοῦ καλοὶ φαίνεσθαι ἐν τῷ μηδενὶ διδόναι ψόγου πρόφασιν. καὶ τοῦτό ἐστι τὸ, “ λαμ- “ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.” οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶμεν, ἀλλ’ ἵνα μὴ παρέχωμεν λαβὴν κα· ἑαυτῶν, τοῖς βουλομένοις. διὸ καὶ ἀλλαχοῦ ἔλεγεν, “ ἀπρόσκοποι γίνεσθε, καὶ “ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ.” καλῶς δὲ τὸ ἑξῆς ἐκόλασεν εἰπὼν,

Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.

Εστι γὰρ ὅπου οὐ δυνατόν. οἷον, ὅταν περὶ εὐσεβείας ὁ λόγος ᾖ· ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. καὶ τι θαυμάζεις, εἰ ἐπὶ ἀνθρώπων τῶν ἄλλων τοῦτο οὐ πανταχοῦ δυνατόν; ὅπου καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ· γυναικὸς ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπὼν, “ εἰ “ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.” ὃ δὲ λέγει, τοιοῦτόν ἐστι τὰ παρὰ σαυτοῦ πάρεχε, καὶ μηδενὶ δίδου πολέμου καὶ μάχης ἀφορμήν· μὴ Ἰουδαίῳ μὴ Ἕλληνι. εἰ δέ που τὴν εὐσέβειαν παραβλαπτομένην ἴδῃς, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας ἀλλ’ ἵστασο γενναίως ἕως θανάτου. καὶ μὴ δὲ οὕτω ψυχῇ πολέμει, μὴ δὲ ἀποστρέφου γνώμῃ, ἀλλὰ τοῖς πράγμασι μάχου μόνον. τοῦτο γάρ ἐστι τὸ “ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.” κἂν ἐκεῖνος μὴ εἰρηνεύῃ, σὺ μὴ πληρώσῃς χειμῶνος τὴν ψυχήν. ἀλλ’ ἕσο φιλόσοφος κατὰ γνώμην. ὅπερ ἔφθην εἰπὼν, τὴν ἀληθείαν μηδαμῶς προδιδούς.

Ἰσιδώρου. Ὁ γὰρ εὐσεβὴς τῷ ἀσεβεῖ πῶς εἰρηνεύσει; ἢ ὁ δίκαιος τῷ ἀδίκῳ; εἰ δὲ λογισμοὺς οἴει τούτους εἰναι, θέα αὐτὸν τὸν Παῦλον, εἰ μετὰ πάντων εἰρήνευσεν. εἰ δὲ καὶ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν βούλοιο, θέα τὸν Χριστὸν, εἰ μετὰ πάντων ἐσπείσατο. εἰς τοσαύτην οὖν ἐξεβακχεύθησαν οἱ τῶν Ἰουδαίων ἄρχοντες μανίαν, ὡς καὶ σταυρῷ αὐτὸν προσηλῶσαι τί οὑν ἐστιν “ εἰ “ δυνατόν σοι ;” μὴ δίδου τινὶ λαβὴν ἔχθρας. μὴ δὲ δικαίως καὶ

454
εὐλόγως ἔχε ἐχθρόν. εἰ δὲ ἀλόγως ἐκεῖνοι ἀπεχθάνονται, σὲ τοῦτο οὐ παραβλάψει. οὐ δὲ γὰρ ὁ Χριστὸς ὁ εἰρηκὼς “ ἐμίσησάν με “ δωρεὰν,” ἐκέλευσε μὴ ἔχειν ἐχθρούς. τούτου γὰρ οὐκ ἐσμὲν κύριοι· ἀλλὰ τοῦ μὴ κατασπείρειν ῥίζαν πολέμου. καὶ μάλιστα ὅταν ἡ εὐσέβεια μηδὲν παραβλάπτηται. εἰ δὲ οἱ πονηροὶ τοὺς ἀγαθοὺς μισοῦσι, μὴ θαυμάζητε. τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔφη, “ δίωκε δὲ εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν “ Κύριον, ἐκ καθαρᾶς καρδίας.” μὴ τοίνυν αἰτιῶ τὸν ἐχθροὺς ἔχοντα· ἀλλὰ τὸν, ἑαυτῶ τοὺς ἐχθροὺς κατασκευάζοντα. εἰ δὲ μὴ συμβαίνει τῷ φωτὶ τὸ σκότος, οὐ γὰρ οἱόν τε, οὐδὲ παρὰ τὸ φῶς.