Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν.

Χρυσοστόμου. Δείκνυται ἐντεῦθεν ὅτι τοὺς ἀξίους ὁ Θεὸς ἀεὶ σώζειν εἴωθεν· κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη ἦ. ὃ καὶ ἄνωθεν ἔδειξε, δι’ ὧν ἔλεγεν, “ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν “ Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης.” καὶ “εἰ μὴ Κύριος Σαβαὼθ “ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἃν ἐγενήθημεν.” ὅρα δὲ ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ Θεοῦ χάριν, καὶ τὴν τῶν σωζομένων εὐγνωμοσύνην ἐμφαίνουσαν. τῷ μὲν γὰρ εἰπεῖν ἐκλογὴν, ἔδειξεν ἐκείνων τὴν δοκιμήν. τῷ δὲ εἰπεῖν “ χάριτος,” ἔδειξε τὴν τοῦ Θεοῦ δωρεάν.

Θεοδωρήτου. Ὥσπερ γάρ, φησιν, τότε ἀπὸ μυριάδων ἀπείρων

391
ἑπτακισχίλιοι κατελείφθησαν μόνοι τῆς ἀσεβείας ἐλεύθεροι· οὕτω καὶ νῦν πλείους μὲν οἱ ἀπιστήσαντες, ἐλάττους δὲ οἱ πιστεύσαντες, καὶ τῆς θείας χάριτος ἀπολαύσαντες. Γενναδίου. Οὐδὲν οὖν ὡς ἔοικε καινὸν οὐδὲ ἐν τῷ παρόντι γεγένηται. λειψάνου τινὸς κατὰ χάριν ἐκλεγέντος καὶ νῦν, ἐκ τοῦ παντὸς γένους ὑμῶν. ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον, οὐδ’ ἃν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου Θεοῦ, τουτέστι, μὴ θείας χάριτος αὐτοὺς ἐπὶ τῆς γνώμης τῆς εὐσεβοῦς φυλαττούσης, οὕτως οὕτως καὶ νῦν.

Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις.

Χρυσοστόμου. Πάλιν ἐπιπηδᾷ τῆ φιλονεικία τῶν Ἰουδαίων μετὰ τῶν εἰρημένων· καὶ ἐντεῦθεν αὐτοὺς ἀποστερῶν συγγνώμης. οὐδὲ γὰρ ἔχετε, φησὶ, εἰπεῖν, ὅτι προφῆται μὲν ἐκάλουν, καὶ ὁ Θεὸς παρεκάλει, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ ἡμᾶς ἐπισπάσασθαι ἦν. φορτικὰ δὲ τὰ ἐπιταττόμενα, καὶ διὰ τοῦτο οὐκ ἐδυνήθημεν προσελθεῖν. ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα. πῶς γὰρ ἃν ταῦτα ἀπῄτησεν ο Θεὸς παρ’ ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔμελλε; ταῦτα δὲ εἶπε, βουλόμενος ἐνδείξασθαι ὅτι σφόδρα ἐβούλετο αὐτοὺς σωθῆναι. οὐ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει μόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα μεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι τὴν ἑαυτοῦ. τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς, χάριτος προκειμένης; καὶ νόμον μοι προβάλλῃ εἰκῆ καὶ μάτην; οὔτε γὰρ ἐκεῖθεν σωθήσῃ. καὶ ταύτην λυμήνῃ τὴν δωρεάν. εἰ γὰρ φιλονεικεῖς ἐκεῖθεν σώζεσθαι, ἀναιρεῖς τοῦ Θεοῦ τὴν χάριν ταύτην. εἶτα ἵνα μὴ νομίσωσι τοῦτο ξένον εἶναι, προλαβὼν καὶ τοὺς ἑπτακισχιλίους ἐκείνους, ἀπὸ χάριτος ἔφη σεσῶσθαι. ὅταν γὰρ εἴπῃ ὅτι οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν, ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. καὶ οὐ τούτῳ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν “ κατέλιπον ἐμαυτῷ.” τοῦτο γὰρ ἐμφαίνοντός ἐστιν ὅτι τὸ πλέον αὐτὸς εἰσήνεγκε. καὶ εἰ χάριτι, φησὶν, διατί μὴ πάντες

392
ἐσωζόμεθα; ὅτι μὴ βούλεσθε. ἢ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει· οὐ τοὺς ἀποστρεφομένους αὐτὴν, καὶ πολεμοῦντας αὐτὴ διηνεκῶς καὶ ἐναντιουμένους.