Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους. εἶτα ἐπειδὴ οὐκ ἠθέλησαν ἐπακοῦσαι, τοὺς Ἰουδαίους ἐκλεγέντας, καὶ τὸ αὐτὸ πάλιν συμβὰν μετὰ ταῦτα. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι, πάλιν προσήχθη τὰ ἔθνη. ἀλλ’ οὐ μέχρι τούτου ἵσταται, οὐδὲ εἰς τὴν ἐκβολὴν αὐτῶν καταστρέφει τὸ πᾶν, ἀλλ’ εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν. ὅρα πόσον τοῖς τοῖς ἐξ ἐθνῶν, ὅσον ἔμπροσθεν Ἰουδαίοις. ἐπειδὴ γὰρ ὑμεῖς ἠπειθήσατε, φησὶ, οἱ ἐξ ἐθνῶν τότε, προσῆλθον οἱ Ἰουδαῖοι. πάλιν ἐπειδὴ οὗτοι ἠπείθησαν, προσήλθετε ὑμεῖς. “ συν- “ ἔκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν.” τουτέστιν, ἤλεγξεν, ἐπέδειξεν ἀπειθοῦντας. οὐχ ἵνα μείνωσιν ἀπειθοῦντες, ἀλλ’ ἵνα τοὺς ἑτέρους διὰ τῆς ἑτέρων σώσῃ φιλονεικίας. τούτους, δι’ ἐκείνων, καὶ ἐκείνους διὰ τούτων. σκόπει δή. ἠπειθήσατε ὑμεῖς, καὶ οὗτοι ἐσώθησαν. πάλιν οὗτοι ἠπείθησαν, καὶ ὑμεῖς ἐσώθητε. οὐ μὴν οὕτως ἐσώθητε, ὡς πάλιν ἐξελθεῖν καθάπερ οἱ Ἰουδαῖοι· ἀλλ’ ὥστε αὐτοὺς ἐπισπάσασθαι τῶ ζήλω.

Κυρίλλου. Ὥστε ἶσα δείκνυσιν τὰ ἀμφοῖν ἐγκλήματα· καὶ μιᾷ χάριτι τεθεραπευμένους, τούς τε ἐξ ἐθνῶν καὶ τὸν Ἰσραήλ. κέκληται μὲν γὰρ κατὰ καιροὺς, διὰ τοῦ Μώσεως ὁ Ἰσραὴλ, καὶ τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας ἐξήρηται. ἀλλ’ οἱ τῶν δαιμόνων θεραπευταὶ, τουτέστι τὰ ἔθνη, ὡς διά γε τῶν Αἴγυπτ’ ἴων νοούμενα, τέως ἠπείθησαν τῷ ἐλέει τῶν ἐξ Ἰσραήλ. οὐ γὰρ πεπιστεύκασι ταῖς θεοσημίαις ταῖς διὰ Μώσεως, οὐκ ἤθελον εἰδέναι τὸν τῶν Ἑβραίων Θεόν. ἀλλ’ ἐξεπέμπετο μὲν μόλις ἱερουργήσων κατὰ τὴν ἔρημον τῶν Ἰουδαίων ὁ δῆμος· εἴχοντο δὲ αὐτοὶ τῆς ἀρχαίας

423
ἀπάτης. ἀλλὰ νῦν ἠλέηνται προσκεκρουκότος τοῦ Ἰσραὴλ, ὃς ἠπεί- θησε τῷ ἐλέει τῶν ἐθνῶν, ἵνα καὶ αὐτὸς ἐλεηθείη κατὰ καιρούς. 7σα τοιγαροῦν, ὡς ἔφην, τὰ ἀμφοῖν ἐγκλήματα, τῆς τοῦ κατοικτεί- ροντος ἐπικουρίας ἐν ἴσῳ τόπῳ δεδεημένα. συγκεκλεῖσθαι δέ φησιν τοὺς πάντας εἰς ἀπείθειαν παρὰ Θεοῦ, ἵνα τοὺς πάντας ἐλεήσῃ. καὶ οὔ τι που τῆς θείας βουλῆς ἔργον γενέσθαι λογιούμεθα τὸ ἀπειθῆσαι τινὰς, ἵνα καὶ κατοικτείροιντο πεσόντες εἰς τοῦτο. συνέκλεισε δὲ μᾶλλον εἰς ἀπείθειαν· ἐνόχους ὄντας ἀποφαίνων τοῖς τῆς ἀπειθείας ἐγκλήμασι, καὶ οἷον ἐξ αὐτῶν τῶν πραγμάτων ἐλη- λεγμένους. ὡς εἰς τοῦτο λοιπὸν καθίκοιντο δυσπραξίας, ὡς μονονοὺ δεῖσθαι τοῦ κατοικτείρεσθαι τε καὶ ἐλεεῖσθαι.

Θεοδωρήτου. Ἀναμνήσθητε τοιγαροῦν οἱ ἐξ ἐθνῶν, ὡς ἅπαντες ἐπὶ πλεῖστον ἠσεβήσατε χρόνον. καἰ οὐκ ἀπέβλεψεν ὁ φιλάνθρω- πος δεσπότης εἰς τὴν μακρὰν ἐκείνην καὶ χαλεπὴν ἀσέβειαν, ἀλλὰ τῆς ἀρρήτου φιλανθρωπίας τοὺς βουληθέντας ἠξίωσε. καὶ τούτων ἀπιστησάντων, ὑμᾶς ἀντὶ τούτων ἐκάλεσεν. οὐδὲν τοίνυν ἀπεικὸς καὶ τοὺς νῦν ἀντιλέγοντας δεχθῆναι παρὰ τοῦ Θεοῦ, πιστεῦσαι θελήσαντας, καὶ τῆς αὐτῆς φιλανθρωπίαι τυχεῖν. τὸ δὲ “ἵνα “πάλιν,” κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν. οὐδὲ γὰρ διὰ τοῦτο ἠπείθησαν, ἵνα ἐλεηθῶσιν, ἀλλ’ ἠπείθησαν μὲν, διὰ τὸ τῆς δία. νοίας ἀντίτυπον· ἐλεηθήσονται δὲ, μεταμελείᾳ χρησάμενοι. καὶ τὸ, “συνέκλεισε δέ’ ἀντὶ τοῦ, ἤλεγξε τέθεικεν. ἤλεγξε δὲ καὶ τὰ ἔθνη, καὶ φυσικὴν εἰληφότα διάγνωσιν, καὶ τὴν κτίσιν ἐσχηκότα θεογνωσίας διδάσκαλον, καὶ μήτε ἐντεῦθεν, μήτε ἐκεῖθεν ὠφέλειαν εἰσδεξάμενα. ἤλεγξε δὲ καὶ Ἰουδαίους πλείονος μὲν τετυχηκότας, πρὸς γὰρ τῇ φύσει καὶ τῇ κτίσει, καὶ νόμον ἐδέ- ξαντο, καὶ προφήτας τὸ δέον παιδεύοντας· καὶ μείζοσι τιμωρίαις ὑπευθύνους γεγενημένους. ἀλλ’ ὅμως καὶ τούτους κἀκείνους πανω- λεθρίας ὄντας ἀξίους, τῆς σωτηρίας ἠξίωσε, πιστεῦσαι μόνον θελήσαντος.

Γενναδίου. To τοίνυν “συνέκλεισεν,” ἶσον ἐστὶ τῷ, νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. οὔτε γὰρ ὁ Θεὸς ἀπειθεῖς τούτους ἐποίησεν. ἀλλὰ σωτηρία δέδωκε παραγγέλματα. τῶν δὲ, ἀνομησάντων, τοῦτο ἐκβέβηκεν. οὔτε διὰ τοῦτο τὰ προσ-

424
τάγματα δέδωκεν, ἵνα ἀπειθήσαντας ἑλκύσῃ, ἀλλ’ οὕτω τοῦτο διὰ τὴν ἐκείνων ἀποβέβηκεν ἀπείθειαν. τοῦ δὲ αὐτοῦ τύπου καὶ τἄλλα ὅσα τοιαῦτα τῶν προεκτεθέντων ἐστίν. οἷον, τὸ, “ πώρωσις “ ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν. ἄχρις οὗ τὸ πλήρωμα τῶν “ ἐθνῶν εἰσέλθῃ.” οὐ γὰρ ἵνα σωθῶσιν οἱ ἐθνικοὶ, διὰ τοῦτο τοῦ Ισραὴλ τινὲς ἐπωρώθησαν· ἀλλὰ πωρωθέντων τούτων, ἐκεῖνο καὶ τὸ, “ ἠπείθησαν δὲ τῷ ὑμετέρῳ ἐλέει. ἵνα καὶ “ αὐτοὶ ἐλεηθῶσι.” καὶ πάντα ὅσα τοιαῦτα, κατὰ τὸν αἰτιατικὸν ἐκδέδοται τρόπον. οὐκ ἔχοντα τὸν νοῦν αἰτιατικόν.

Διοδώρου. Καὶ ὥσπερ ἐπὶ τοῦ, “ παρέδωκεν αὐτοὺς ὁ Θεὸς “ εἰς πάθη ἀτιμίας.” καὶ ἐπὶ τοῦ, “ ἐτύφλωσεν ὁ Θεὸς τὰ νοή- “ μάτα τῶν ἀπίστων,” οὐχ ὡς τοῦ Θεοῦ κακοποιοῦντος δεχόμεθα τὸν λόγον, ἀλλ’ ὡς συγχωροῦντος τοῖς ἀνθρώποις πράττειν ἃ βούλονται, διὰ τὸ αὐτεξούσιον· οὕτω καὶ νῦν τὸ, “ συνέκλεισε” νοητέον, ὅτι τοὺς βουληθέντας ἀπειθεῖν, εἴασεν ἀπειθεῖν. καὶ συγχωρῶν διόλου τῷ ἀνθρώπῳ τὸ ἐφ’ ἑαυτοῦ ἔχειν, πράττειν ὃ βούλεται. συνεχώρησε δὲ ἀπειθεῖν, οὐχ ἵνα κατακρίνῃ παραμείναντας τοῖς ἁμαρτήμασιν. οὐ γὰρ τοῦτο βούλεται· ἀλλ’ ἵνα τῷ χρόνῳ αἰσθομένους ὧν ἁμαρτάνουσι, καὶ μεταγνόντας, ἐλεήσῃ. ἢ καὶ τὸ, “ συνέκλεισεν εἰς ἀπείθειαν,” ἀντὶ τοῦ, διήλεγξεν ἀπειθοῦντας ἐστί. καὶ οἷον ἀπέκλεισεν αὐτοῖς πᾶσαν ἀπολογίαν. ἵνα αἴσθωνται ὅτι οὐκ ἐξ ἔργων λοιπὸν, ἀλλ’ ἐκ φιλανθρωπίας Θεοῦ καὶ ἐλέους σώζονται.

Χρυσοστόμου. Προτρέπει δὲ τοὺς Ἰουδαίους διὰ τούτων, ἐπὶ τὴν εἰς Χριστὸν πίστιν. καὶ ἄμα καὶ χρηστὰς αὐτοῖς ὑποτείνει ἐλπίδας, καὶ πᾶσαν αἰσχύνην ἀναιρεῖ. μὴ αἰσχυνθῇς φησὶ, κἂν ἠπείθησας προσελθεῖν· μὴ δ’ ἀπελπίσῃς, ὡς βραδύτερον προσερχόμενος. τεύξῃ προσιὼν καὶ ὀψὲ τοῦ ἐλέους. καὶ γὰρ τὰ ἔθνη κληθέντα ἠπείθησαν πρότερον, ἀλλὰ νῦν ἐπίστευσεν. ἣ οὖν προτροπῆς καὶ παραινέσεως τόπον ἐπέχει τὰ εἰρημένα, ἣ καὶ προφητείας, πιστούμενα τὸ μέλλον ἀπὸ τῆς τῶν ἐκβεβηκότων παραθέσεως καὶ μαρτυρίας. τὸ δὲ, “ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,” καὶ “ ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει,” φησὶ, οὐχ ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων αἰτία γέγονε τοῦ ἐλεηθῆναι τὰ ἔθνη, οὐδ’ ὅτι τὸ ἔλεος

425
τῶν ἐθνῶν αἴτιον γέγονε τῆς τῶν Ἰουδαίων ἀπειθείας. ἀλλὰ ταῦτα φησί, δεικνὺς καὶ διδάσκων ὅτι ὁ Θεὸς οὐδέποτε διέλιπε τὸ αὐτοῦ ποιῶν, καὶ τὸ ἔλεος αὐτοῦ πηγάζων. κἂν πάλαι μὲν γὰρ ἠπείθησαν τὰ ἔθνη, νῦν δὲ ἀπειθοῦσιν Ἰουδαῖοι, αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν, οὐ διαλιμπάνει. καὶ δῆλον, ἐκ τοῦ, καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους, ἀπειθούντων τῶν ἐθνῶν· καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη, τῶν Ἰουδαίων ἀπειθούντων. καὶ τὸ ἔτι σαφέστερον ὅτι τοὺς Ἰουδαίους κἂν ἠπείθησαν, ἐλεήσει ἔτι. ἅμα δὲ καὶ ἔνδειξις ἐστὶ πρὸς τοὺς Ἰουδαίους, ὅτι κἂν αὐτοί, φησι, ἐξέστητε τῆς πίστεως, μὴ νομίσητε ὅτι ἔλαττόν τι ἔσχεν ἡ πίστις. ὥσπερ γὰρ πάλαι τῶν ἐθνῶν ἐξεστηκότων, οὐδὲν ἔλαττον ἔσχε τὰ τῆς εἰς Θεὸν θεραπείας· οὕτω καὶ νῦν ὑμῶν ἀποσχιζομένων τῆς πίστεως, οὐδὲν ἔλαττον τὰ τῆς πίστεως ἕξει. ἐσχημάτισε δὲ πρὸς τοὺς ἐξ ἐθνῶν τὰ εἰρημένα· ἀνεπαχθέστερον τὸν πρὸς τοὺς Ἰουδαίους ἔλεγχον βουλόμενος ποιῆσαι. δυνατὸν δὲ καὶ πρὸς τοὺς ἐξ ἐθνῶν ἐκλαβεῖν εἰρῆσθαι ταῦτα, ὥστε μὴ μέγα φρονεῖν ὅτι ἐπίστευσαν. ἐλέει γὰρ ὑμεῖς τε πεπιστεύκατε· καὶ οἱ ἀπειθήσαντες, φησὶν, ἐλεηθήσονται καὶ πιστεύσουσιν.

Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ 2,6 ἀνταποδοθήσεται αὐτῷ; ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Χρυσοστόμου. Ἐνταῦθα ἐπὶ τοὺς προτέρους χρόνους ἐπανελθὼν, καὶ τὴν ἄνωθεν τοῦ Θεοῦ καταμαθὼν οἰκονομίαν, τὴν ἐξ οὗπερ ὁ κόσμος ἐγένετο μέχρι τοῦ παρόντος· καὶ λογισάμενος πῶς ποικίλως ἅπαντα ᾠκονόμησεν, ἐξεπλάγη καὶ ἀνεβόησε· πιστούμενος τοῖς ἀκούουσιν, ἅπερ εἶπεν ὅτι πάντως ἔσται. οὐ γὰρ αν ἐβόησε καὶ ἐξεπλάγη, εἰ μὴ πάντως ἔμελλεν ἔσεσθαι τοῦτο. καὶ ὅτι μὲν βάθος ἐστὶν, οἶδε. πόσον δὲ, οὐκ οἶδε. θαυμάζοντος γάρ ἐστιν ἡ ῥῆσις· οὐκ εἰδότος τὸ πᾶν. θαυμάσας δὲ καὶ ἐκπλαγεὶς τὴν χρηστότητα κατὰ τὸ ἐγχωροῦν αὐτῷ, διὰ δύο τῶν ἐπιτατικῶν

426
ὀνομάτων αὐτὴν ἐνεκήρυξε, τοῦ πλούτου καὶ τοῦ βάθους· καὶ ἐξεπλάγη, ὅτι καὶ ἠθέλησε καὶ ἴσχυσε ταῦτα. καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατεσκεύασεν, “ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ.” οὐ γὰρ μόνον καταλειφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ’ οὐδὲ ἐρευνηθῆναι. “ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.” τουτέστιν, αἱ αἰκονομίαι. καὶ γὰρ αὗται οὐ μόνον γνωσθῆναι, ἀλλ’ οὐδὲ ζητηθῆναι δύνανται. οὐδὲ γὰρ ἐγώ, φησιν, ἔγνων ἅπαντα, ἀλλὰ μέρος μικρὸν, οὐ τὸ πᾶν. μόνος γὰρ αὐτὸς οἶδε τὰ αὐτοῦ σαφῶς. διὸ καὶ ἐπήγαγε, “ τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἣ τίς σύμβουλος “ αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται “ αὐτῷ ;” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὅτι οὕτω σοφὸς ὢν, παρ’ ἑτέρου σοφός ἐστιν, ἀλλ’ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν. καὶ τοσαῦτα ἐργασάμενος καὶ χαρισάμενος ἡμῖν, οὐ παρ’ ἑτέρου δανεισάμενος, ταῦτα ἔδωκεν, ἀλλ’ οἴκοθεν ἀναβλύσας. οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς εἰληφώς τι παρ’ αὐτοῦ, ἀλλ’ αὐτὸς κατάρχων ἀεὶ τῶν εὐεργεσιῶν. τοῦτο γὰρ μάλιστά ἐστι πλούτου, τὸ καὶ ὑπερχεῖσθαι καὶ μὴ δεῖσθαι ἑτέρου. διὸ καὶ ἐπήγαγεν, “ ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.” αὐτὸς εὗρεν· αὐτὸς ἐποίησεν· αὐτὸς συγκρατεῖ. καὶ γὰρ καὶ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ’ ἑτέρου λαβεῖν· καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. τί λέγω συμβούλου; οὐδὲ εἰδέναι τίς δύναται τὰ αὐτοῦ, ἀλλ’ ἢ μόνος αὐτὸς ὁ πλούσιος καὶ σοφός. καὶ γὰρ πολλοῦ πλούτου, τὸ τοὺς ἐξ ἐθνῶν εὐπόρους οὕτω ποιῆσαι· καὶ πολλῆς σοφίας, τὸ τοὺς Ἰουδαίων καταδεεστέρους, Ἰουδαίων κατασκευάσαι διδασκάλους. εἶτα ἐπειδὴ ἐξεπλάγη, καὶ εὐχαριστίαν ἀναφέρει, λέγων, “ αὐτῷ ἡ δόξα εἰς αἰῶνας, ἀμήν.” ὅταν γάρ τι τοιοῦτον λέγῃ μέγα καὶ ἄπορον, θαυμάζων εἰς δόξαν καταλήγει. τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ἐποίησε. καὶ γὰρ ἐκεῖ θαυμάσας αὐτὸ δὴ τοῦτο ὅπερ καὶ ἐνταῦθα, ἐπήγαγεν, “ ἐξ ὧν ὁ Χριστὸς “ τὸ κατὰ σάρκα. ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοῦς “ αἰῶνας, ἀμήν.”

Ὣ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ.

Θεοδωρώτου. Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς ταῦτα προέγνω. καὶ προγνοὺς, σοφῶς ᾠκονόμησε. καὶ οἰκονομῶν, τῆς φιλανθρωπίας τὸν πλοῦτον ὑπέδειξε. πρὸς τὰ τρία δὲ ταῦτα, τρία τέθεικε. τὸ μὲν

427
“ τίς ἔγνω νοῦν Κυρίου ;“πρὸς τὴν γνῶσιν. τὸ δὲ “ τίς σύμβου- “ λος αὐτοῦ ἐγένετο ;“πρὸς τὴν σοφίαν. τὸ δὲ, “ τίς προέδωκεν “ αὐτῷ ” πρὸς τὸν πλοῦτον. οὕτω γὰρ ἀμέτρητος ὁ τῆς ἀγαθότητος πλοῦτος, ὅτι καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δέδωκε· καὶ τοῖς γεγονόσι τὸ εὖ εἶναι χαρίζεται. καὶ οὐκ ἀντιδίδωσιν, ἀλλὰ δίδωσι τὰ ἀγαθά. φιλάνθρωπος δὲ ὣν, ἀντίδοσιν τὴν δόσιν καλεῖ. “ ὅτι “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.” αὐτὸς γὰρ τὰ πάντα πεποίηκεν. αὐτὸς τὰ γεγονότα διατελεῖ κυβερνῶν. εἰς αὐτὸν ἀφορᾶν ἅπαντας προσήκει. ὑπὲρ μὲν τῶν ὑπαρξάντων, χάριν ὁμολογοῦντας. αἰτοῦντας δὲ, τὴν ἔπειτα προμήθειαν. αὐτῷ δὲ χρὴ καὶ τὴν προσήκουσαν ἀναπέμπειν δοξολογίαν. ἔδειξε δὲ διὰ τούτων ὁ θεῖος Ἀπόστολος, ὡς οὐκ οἶδε τῆς ἐξ οὗ προθέσεως καὶ τῆς δι’ οὗ, διαφοράν. καὶ τὴν μὲν, ὡς μεῖζον τί σημαίνουσαν, προσήκουσαν τῷ Πατρί· τὴν δὲ, ὡς ἔλαττόν τι διδάσκουσαν, προσήκουσαν τῷ Υἱῷ. ἀμφοτέρας γὰρ, ἐφ’ ἑνὸς προσώπου τέθεικεν. ὅπερ εἴτε Πατρὸς εἴποιεν εἶναι οἱ τὰ Ἀρείου φρονοῦντες καὶ Εὐνομίου, εὑρήσουσι τῇ ἐξ οὗ, καὶ τὴν δι’ οὗ συζευγνυμένην. εἴτε τῷ Υἱῷ προσαρμόσαιεν, ὄψονται τῇ δι’ οὗ, δαὶ τὴν ἐξ οὗ συνημμένην. εἰ δὲ ἡ μὲν ἐξ οὗ, μεῖζον τι σημαίνει, ἡ δὲ δι’ οὗ, τὸ ἔλαττον, ἀμφότερα δὲ ἐφ’ ἑνὸς κεῖται προσώπου, αὐτὸς ἄρα ἑαυτοῦ μείζων μὲν διὰ τὴν ἐξ οὑ, ἐλάττων δὲ διὰ τὴν δι’ οὗ, εἰκότως ἃν νοηθείη.

Βασιλείου ἐκ τῶν ἀντιρρητικῶν. Ὅτι δὲ τὸ ἐξ οὗ καὶ τὸ δι’ οὗ ἀλλήλοις οὐκ ἀντιτάσσονται, οὐδ’ ὥσπερ ἐν πολέμῳ πρὸς ἀντίπαλον τάξιν ἀποκριθέντα συνεκπολεμοῦσι τὰς φύσεις, αἷς προσεχώρησαν, ἐκεῖθεν δῆλον. συνήγαγεν ἀμφότερα ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου ὁ μακάριος Παῦλος, εἰπὼν, “ ἐξ αὐτοῦ, καὶ δι’ “ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.” τοῦτο δὲ προδήλως εἰς τὸν Κύριον φέρειν πᾶς τις ἃν εἴποι, ὁ καὶ μικρὸν τῷ βουλήματι τῆς λέξεως ἐπιστήσαι. προτάξας γὰρ ὁ Ἀπόστολος ἐκ τῆς προφητείας τοῦ Ἡσαΐου, ὅτι “ τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ “ ἐγένετο ;” ;” ἐπήγαγε τὸ “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ “ τὰ πάντα.” ἅπερ ὅτι περὶ Θεοῦ Λόγου, τοῦ δημιουργοῦ πάσης τῆς κτίσεως εἴρηται τῷ προφήτῃ, ἐκ τῶν κατόπιν ἂν μάθοις. “τίς “ ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν

428
“ τὴν γῆν δρακί; τίς ἔστησε τὰς νάπας ζυγῷ, καὶ τὰ ὄρη σταθμῷ; “ τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο ;” τὸ γὰρ “ τίς” ἐνταῦθα, οὐ τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ. ὡς ἐπὶ τοῦ, “ τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους ;” καὶ, “ τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν ;“καὶ, “ τίς ἀναβήσεται εἰς τὸ ὄρος Κυρίου; οὕτω δὴ καὶ ἐνταῦθα ἐστὶ, τίς ὁ εἰδὼς ’τον νοῦν τοῦ Κυρίου, καὶ τῆς βουλῆς αὐτοῦ κοινωνός. “ ὁ γὰρ Πατὴρ “ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ.” οὗτός ἐστιν ὁ συνέχων τὴν γῆν καὶ περιδεδραγμένος αὐτῆς· ὁ εἰς τάξιν πάντα καὶ διακόσμησιν ἀγαγών· καὶ ὄρεσιν ἰσορροπίαν, καὶ ὕδασι μέτρα, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ τὴν οἰκείαν τάξιν ἀποκληρώσας. ὁ τὸν οὐρανὸν ὅλον μικρῷ μέρει τῆς ὅλης αὐτοῦ δυνάμεως περιέχων· ἣν σπιθαμὴν τροπικῶς ὁ προφήτου λόγος ὠνόμασεν. ὅθεν οἰκείως ἐπήγαγεν ὁ Ἀπόστολος τὸ “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.” ἐξ αὐτοῦ γὰρ τοῖς οὖσιν ἡ αἰτία τοῦ εἶναι, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. δι’ αὐτοῦ τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις, του κτίσαντος τὰ πάντα, καὶ τὰ πρὸς σωτηρίαν ἑκάστῳ τῶν γινομένων ἐπιμετροῦντος. διὸ δὴ καὶ εἰς αὐτὸν ἐπέστραπται ἅπαντα· ἀσχέτῳ τινὶ πόθῳ καὶ ἀρρήτῳ στοργῇ πρὸς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ χορηγὸν ἀποβλέποντα, κατὰ τὸ γεγραμμένον, “ οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν.

Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται οἱ τὰ Ἀρείου φρονοῦντες, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν; εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσουσι τὰς τρεῖς εἰρῆσθαι φωνὰς, τὴν ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν, ἀνάγκη πᾶσα προσοικειοῦν τῷ Θεῷ καὶ Πατρί. ἐκ δὲ τούτου, προδήλως αὐτοῖς διαπεσεῖται τὸ παρατήρημα. εὑρίσκεται γὰρ οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι’ οὗ, τῷ Πατρὶ προσαγόμενον. ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει, τι δήποτε ὡς ὑποδεέστερον ἀφορίζουσι τῷ Θεῷ καὶ Υἱῷ; εἰ δὲ πάντως ἐστὶ διακονίας δηλωτικὸν, ἀποκρινέσθωσαν ἡμῖν, ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ τοῦ Κυρίου, τίνος ἐστὶν ἄρχοντος ὑπηρέτης; ἐκεῖνοι μὲν οὖν οὕτως ὑφ’ ἑαυτῶν περιτρέπονται· ἡμῖν δὲ ἑκατέρωθεν τὸ ἰσχυρὸν φυλαχθήσεται. ἐάν τε γὰρ νικήσῃ περὶ τοῦ Υἱοῦ εἰναι τὸν λόγον, εὑρεθήσεται τὸ ἐξ οὗ, τῷ Υἱῷ προσαρμόζον. ἐὰν δέ τις φιλονεικῇ ἐπὶ τὸν Θεὸν ἀνα-

429
φέρειν τοῦ προφήτου τὴν λέξιν, πάλιν τὴν δι’ οὗ φωνὴν, τῷ Θεῷ πρέπειν δώσει. καὶ τὴν ἴσην ἕξει ἀξίαν ἑκάτερα τῷ κατὰ τὸν ἶσον λόγον ἐπὶ Θεοῦ παρειλῆφθαι. καὶ οὕτω κἀκείνως ὁμότιμοι ἀλλήλοις ἀναφανήσονται, ἐφ’ ἑνὸς προσώπου καὶ τοῦ αὐτοῦ τεταγμένα. Γρηγορίου τοῦ θεολόγου ἐκ. * * Κἂν τοίνυν λέγωμεν, εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα· καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα· τὸ ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ, οὐ φύσεις τέμνουσιν. οὐδὲ γὰρ ἃν μετέπιπτον αἱ προθέσεις ἣ αἱ τάξεις τῶν ὀνομάτων, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας. καὶ τοῦτο δῆλον ἐξ ὧν συνάγονται πάλιν, εἴ τῷ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ Ἀποστόλῳ, τὸ “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. ‘ αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν ταύτην λατρείαν ὑμῶν.

Γενναδίου. Ἄχρι τούτου τὸν περὶ δόγματος διὰ τῶν προαποδεδομενων συμπεράνας λόγον, ἐντεῦθεν λοιπὸν καθαρῶς ἐπὶ τὴν ἠθικὴν διδασκαλίαν μεθίσταται. τοῦτο δὲ διὰ πασῶν αὐτοῦ ποιεῖ τῶν Επιστολῶν. καὶ μάλα εἰκότως. δεῖ γὰρ ὡς εἷμαι τὸν ὡς ἄριστα βιώσεσθαι μέλλοντα, γνῶναι τε καὶ πιστεῦσαι τῷ Θεῷ πρῶτον, ὅτι ἔστιν. εἶθ’ ὅτι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν δι’ ἀγαθῆς πολιτείας, μισθαποδότης γίνεται. χωρῶν δὲ ἐπὶ τὴν συμβουλὴν ἐκ τῶν προειρημένων αὐτῷ, καὶ ἐν οἷς ἀπεπαύσατο τῶν δογματικῶν, ἐκ τούτων τὴν ἄρχην ἀύτης ἐποιήσατο.

Θεοδωρήτου. Ὅπερ γάρ ἐστιν ὀφθαλμὸς ἐν σώματι, τοῦτο τῇ ψυχῇ πίστις καὶ τῶν θείων ἡ γνῶσις. δεῖται δὲ ὅμως αὕτη τῆς πρακτικῆς ἀρετῆς, καθάπερ ὁ ὀφθαλμὸς, χειρῶν καὶ ποδῶν καὶ τῶν ἄλλων μορίων τοῦ σώματος. τούτου δὴ χάριν τοῖς δογματικοῖς ὁ θεῖος Ἀπόστολος λόγοις, καὶ τὴν ἠθικὴν διδασκαλίαν προστέθεικε. τὴν τελεωτάτην κατασκευάζων ἐν ἡμῖν ἀρετήν. διὰ γὰρ δὴ Ῥωμαίων, πᾶσιν ἀνθρώποις τὴν ὠφέλειαν προσήνεγκε. καὶ νόμους τιθεὶς, κρύπτει τὴν ἐξουσίαν, καὶ μεθ’ ἱκετηρίας τὴν διδασκαλίαν

430
προφέρει. καὶ τῆς θείας φιλανθρωπίας ἀναμιμνήσκει, περὶ ἧς ἐν τοῖς ἔμπροσθεν μακροὺς ἀπέτεινε λόγους.

Χρυσοστόμου. Δείξας οὖν τοῦ Θεοῦ τὴν ἄφατον ἀγαθότητα, καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, λοιπὸν ταύτην προβάλλεται εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας, ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι τὴν πολιτείαν. καὶ τοσοῦτος ὣν καὶ τηλικοῦτος, οὐ παραιτεῖται παπακλεῖν. καὶ ταῦτα, οὐχ ὑπὲρ ὣν ἔμελλεν αὐτὸς ἀπολαύειν, ἀλλ’ ὑπὲρ ὧν ἐκεῖνοι κερδαίνειν εἶχον. καὶ τί θαυμάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε, καὶ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ προβάλλεται; ἐπειδὴ γὰρ τὰ μυρία ἐντεῦθεν ὑμῖν, φησὶ, ἀγαθὰ, ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ αὐτοὺς παρακαλοῦντας αἰδέσθητε· αὐτοὺς δυσωπήθητε. καὶ γὰρ αὐτοὶ τὴν ἱκετηρίαν τιθέασιν, ἵνα μηδὲν ἀνάξιον αὐτῶν ἐπιδείξησθε. δι’ αὐτῶν οὖν τούτων, φησὶν, παρακαλῶ, δι’ ὧν ἐσώθητε. ὥσπερ ἃν εἴτις τὸν μεγάλα εὐεργετη- θέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα, ἱκέτην ἀγάγοι. καὶ τί παρακαλεῖς, εἰπέ μοι; “ παραστῆσαι τὰ σώματα “ ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα- “ τρείαν ὑμῶν.” ἐπειδὴ γὰρ εἶπε θυσίαν, ἵνα μή τις νομίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε “ ζῶσαν.” εἶτα διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς, φησὶν, “ ἁγίαν, εὐάρεστον “ τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.” ἐκείνη γὰρ σωματικὴ, καὶ οὐ σφόδρα εὐάρεστος. “ τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν “ χειρῶν ὑμῶν ;” καὶ πολλαχοῦ ἀλλαχοῦ φησὶν, τοιαῦτα· διακρουόμενος αὐτὰς, ἀλλ’ οὐχὶ ταύτην. ἀλλὰ καὶ ἐκείνης διδομένης, ταύτην ἐζήτει. διὸ καὶ ἔλεγε, “ θυσία αἰνέσεως δοξάσει με.” καὶ πάλιν, “ αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου, μετ’ ᾠδῆς.” καὶ “ ἀρέσει “ τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.” καὶ ἀλλαχοῦ ἐκβάλλων αὐτὴν καὶ λέγων, “ μὴ, φάγωμαι κρέα ταύ- “ ρων, ἣ αἷμα ταύρων πίωμαι ;” ἐπήγαγε, “ θῦσον τῷ Θεῷ θυ- “ σίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου.” οὕτω καὶ Παῦλος κελεύει ἐνταῦθα “ παραστῆσαι ἦ Θεῷ θυσίαν ζῶσαν, τὰ σώματα·

Καὶ πῶς ἃν γένοιτο φησὶν θυσία τὸ σῶμα; μηδὲν ὁ ὀφθαλμὸς βλεπέτω πονηρόν· καὶ γέγονε θυσία. μηδὲν ἡ γλῶττα λαλείτω αἰσχρόν· καὶ γέγονε προσφορά. μηδὲν ἡ χεὶρ πραττέτω παράνο- I

431
μον· καὶ γέγονεν ὁλοκαύτωμα. μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡμῖν ἐργασίας δεῖ. ἵνα ἡ μὲν χεὶρ, ἐλεημοσύνην ποιῇ· τὸ δὲ στόμα, εὐλογῇ τοὺς ἐπηρεάζοντας. ἡ δὲ ἀκοὴ, θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν. ἡ γὰρ θυσία οὐδὲν ἔχει ἀκάθαρτον. ἡ θυσία, ἀπαρχὴ τῶν ἄλλων ἐστί. καὶ ἡμεῖς τοίνυν, καὶ χειρῶν καὶ ποδῶν καὶ στόματος καὶ τῶν ἄλλων ἀπαρχώμεθα τῷ Θεῷ. ἢ τοιαύτη θυσία, εὐάρεστος· ὡς ἥ γε τῶν Ἰουδαίων, ἀκάθαρτος. “ αἱ θυσίαι γὰρ αὐτῶν,” φησὶ, “ ἄρτος πένθους αὐ- “τοῖς.” ἐκείνη τὸ τεθυμένον, νεκρὸν ἀπέφαινεν. αὕτη τὸ τεθυμένον ζῶν ἐργάζεται. ὅταν γὰρ νεκρώσωμεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα ζῆν. σκόπει δὲ πῶς καὶ ἑκάστῃ λέξει μετὰ πολλῆς κέχρηται τῆς ἀκριβείας. οὐ γὰρ εἶπε ποιήσατε τὰ σώματα ὑμῶν θυσίαν, ἀλλὰ “ παραστήσατε.” ὡς ἃν εἰ ἔλεγε, μηδὲν κοινὸν ἔχετε λοιπὸν πρὸς αὐτά. ἑτέρῳ αὐτὰ ἐξεδώκατε. καὶ γὰρ οἱ τοὺς ἵππους τοὺς πολεμιστηρίους παριστῶντες, οὐδὲν κοινὸν λοιπὸν πρὸς αὐτοὺς ἔχουσι. καὶ σὺ τοίνυν παρέστησας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου, τὰ μέλη. μὴ κάθελκε αὐτὰ πρὸς ἰδιωτικὸς διακονιας. καὶ ἕτερον δὲ ἐκ τούτου δείκνυσιν ὅτι καὶ δόκιμα αὐτὰ δεῖ ποιεῖν, εἴ γε παριστᾶν μέλλομεν. οὐ γάρ τινι τῶν ἐπιγείων ἀνθρώπων, ἀλλ’ αὐτῷ παριστῶμεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ. οὐχ ἵνα πολεμῇ μόνον, ἀλλ’ ἵνα καὶ αὐτὸν ἐπικαθήμενον ἔχῃ τὸν βασιλέα. ἐπεὶ οὖν καὶ παρίστασθαι μέλλει, καὶ θυσία ἐστὶ, πάντα μῶμον περίελε. ὡς ἐὰν ἔχῃ μῶμον, οὐκέτ’ ἃν εἴη θυσία.

Θεοδώρου Μονάκου. Θαυμασιώτατα α δὲ τὴν συμβουλὴν διὰ πάντων παρέτεινεν. οὐ τῷ παραστῆσαι μόνον εἰπεῖν, ἀλλὰ καὶ τῷ θυσίαν αὐτὸ ὀνομάσαι. ἔδειξε γὰρ ὡς οὐδενὶ προσῆκεν εἰς τὸ ἐναντίον καταχρήσασθαι τῇ τοῦ σώματος ὑπηρεσίᾳ. ἐπείπερ οὐδὲ τὰς προσαγομένας τῷ Θεῷ κατὰ νόμον θυσίας τῶν ἀλόγων, τῇ κοινῇ χρήσει τῶν ἀνθρώπων παραδίδοσθαι θεμιτὸν ἦν ἔτι. εἶτα μὴ ἀρκεσθεὶς τούτῳ, καὶ ἕτερον ἐπάγει, “ κατὰ τὴν λογικὴν λατρείαν “ ὑμῶν,” φησι· τουτέστι, κατὰ τοὺς ἐκείνης νόμους. τοῦτο γάρ ἐστιν ἁγίαν καὶ ζῶσαν καὶ εὐάρεστον θυσίαν τὰ σώματα ὑμῶν παραστῆσαι, τὸ μηδὲν ἔξω τῶν κατὰ τὴν λατρείαν ἡμῖν νομοθετηθέντων, πολιτεύεσθαι. δεῖ γὰρ ἄμφω, τὴν πίστιν, τῷ βίῳ, καὶ τὸν βίον συνομολογεῖν τῇ πίστει.

432

Βασιαείου Ἐκ Τῶν Ἀσκητικῶν. Λατρεία δέ ἐστιν, ὡς λογίζομαι, ἡ συντεταμένη καὶ διηνεκὴς καὶ ἀμετεώριστος περὶ τὸν λατρευόμενον ἀγάπη. τὴν μέντοι διαφορὰν τῆς λογικῆς λατρείας καὶ τῆς ἀλόγου παρίστησιν ἡμῖν ὁ Ἀπόστολος εἰπὼν, ποτὲ μὲν, οἴδατε ὅτι ὅτε ἔθνη ἤτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἃν “ ἤγεσθε ἀπαγόμενοι.” ποτὲ δὲ, “ παραστήσατε τὰ σώματα “ ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα- “ τρείαν ὑμῶν.” ὁ μὲν γὰρ, ὡς ἃν ἄγηται ἀπαγόμενος, ἄλογον λατρεύει λατρείαν. ἅτε δὴ μὴ ὑπὸ τοῦ λόγου καθηγουμένου ἰδίᾳ ὁρμῇ καὶ προθέσει κινούμενος. τῇ δὲ τοῦ ἄγοντος ἐξουσίᾳ πρὸς ὅπερ ἃν ἄγηται, ὡς οὐ θέλει φερόμενος. ὁ δὲ μετὰ λόγου ὑγιοῦς, καὶ βουλῆς ἀγαθῆς, σὺν πολλῇ φροντίδι τὸ ἀρέσκον τῷ Θεῷ πάντοτε καὶ πανταχοῦ σκοπούμενος καὶ κατορθῶν, οὗτος πληροῖ τὴν ἐντολὴν τῆς λογικῆς λατρείας, κατὰ τὸν εἰπόντα, “ λύχνος τοῖς “ ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.” καὶ πάλιν, “ καὶ αἱ συμβουλαί μου τὰ δικαιώματά σου.”

Ἰσιδώρου. Ἐκείνους οὖν ὁ Παῦλος ὁρίζεται ἱερέας, τοὺς μὴ θύμασι τὴν εὐσέβειαν, ἀλλὰ γυμνῇ πληροῦντας τῇ ψυχῇ· καὶ μόνους καθαρῶς ἐκ τῶν σωμάτων οἴκοθεν σπένδοντας. θῦμα γὰρ κάλλιστον, τὸ τὴν γνώμην ἔχειν εὐαγῆ, καὶ τὴν σάρκα ἁγνήν· διὸ καὶ τὸ, “ παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν εὐάρεστον τῷ Θεῷ, “ τὴν λογικὴν λατρείαν ὑμῶν,” ἔφησεν. οὐ γὰρ ἱερεῦσι γράφων ἐπέστειλε ταῦτα, ἀλλ’ ὁλοκλήρῳ ἐκκλησίᾳ. ἕκαστον γὰρ ἑαυτοῦ ἐν τούτῳ τῷ μέρει ἱερέα εἶναι προσέταξεν. εἰ δὲ τοὺς ὑπηκόους ἡ ἁγνεία ἱερέας χειροτονεῖ, ἡ λαγνεία δηλονότι τοὺς ἱερέας ἀποχειροτονεῖ· καὶ τοῦτο μὲν οἱ θεσμοὶ διαγορεύουσι. γίνεται δὲ τοῦτο οὐ πάνυ. δι’ ἃς δὲ αἰτίας, οὐκ ἐμὸν λέγειν. οἱ δὲ τὴν θείαν ἱερωσύνην ἐστεμμένοι, καὶ τῆς προεδρίας ἀξίως τετυχηκότες, εἰ καὶ τὴν τοῦ σώματος ἁγνείαν φυλάξαιεν, ὄντως ἱερῶν εἰσὶν ἱερώτεροι. ὥσπερ γὰρ ἐπὶ τῆς παλαιᾶς διαθήκης ἱερᾶσθαι οὐκ ἐξῆν, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις· ἐν δὲ τῷ καιρῷ τοῦ Πάσχα, πάντες τρόπον τινὰ ἱερωσύνῃ ἐτιμῶντο· ἕκαστος γὰρ τὸ πρόβατον ἔθυεν. οὕτω καὶ ἐπὶ τῆς καινῆς καὶ ἀδιαδόχου, ἔχουσι μὲν κατ’ ἐξαίρετον τὴν ἱερουργίαν τῆς ἀναιμάκτου θυσίας, οἷς ἔξεστι ταύτην προσάγειν· ἕκαστος δὲ τοῦ ἰδίου σώματος ἱερεὺς κεχειροτόνηται· οὐχ ἵνα χει-

433
ροτόνητος ἐπιπηδοίη τῇ τῶν ἱερέων ἀρχῇ. ἀλλ’ ἵνα τῆς κακίας ἄρξας, τὸ σῶμα τέμενος ἱερὸν τῆς ἁγνείας κατασκευάσῃ.