Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Κυρίλλου. Ὡς ἁρμοδιώτατα τοιγαροῦν, καθάπερ εἰρηκότα τινὰ τοῦ συμβεβηκότος τῷ Ἰσραὴλ, παρακομίζει τὴν ἱστορίαν τὴν ἐπὶ Ἠλίου. ἔστι γὰρ ὡς ἐξ ὁμοιότητος τῶν τὸ τηνικάδε πραγμάτων κατιδεῖν εὐκόλως, ὡς αὐτὸς ἐφ’ ἑαυτῷ πεπαρῴνηκεν ὁ Ἰσραήλ. βασιλεύοντος μὲν γὰρ Ἀχαὰβ τῆς Σαμαρείας, εὐκόλως ἐθρη- σκεύετο τὰ χειρότμητα παρὰ τοῦ Ἰσραήλ. θυσίαι τε ἦσαν, καὶ τεμένη πανταχοῦ. ἐδεδίεσαν δὲ πάντως οἱ Θεῷ προσκείμενοι, καὶ δύσοιστον οὕτω τὴν δόξαν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις, καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας. ὅτε καὶ αὐτὸς Ἠλίας, ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσέπιπτε δὲ τῷ Θεῷ λέγων, “ τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφή- “ τὰς σου ἀπέκτειναν. κἀγὼ κατελείφθην μόνος, καὶ ζητοῦσι τὴν “ ψυχήν μου ἀπ’ ἐμοῦ.” ἀντήκουε δὲ πρὸς τοῦτο εὐθὺς, “ κατέλι- “ πον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ “ τῇ Βάαλ.” ἀλλ’ ὥσπερ τότε, Θεὸς μὲν οὐκ ἦν, ὁ ταῖς οὕτω δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸ Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοί. οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστοῦ σωτηρίαν, διωθουμένου τὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, προσαπωσάμενοι τὸν λυτρωτήν. οὐκοῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. προσέθηκε γὰρ, ὡς ἔφην, τὸ, εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. χρηματισμὸς δέ ἐστιν ὁ τοῦ Θεοῦ λόγος.
Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν.
Χρυσοστόμου. Δείκνυται ἐντεῦθεν ὅτι τοὺς ἀξίους ὁ Θεὸς ἀεὶ σώζειν εἴωθεν· κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη ἦ. ὃ καὶ ἄνωθεν ἔδειξε, δι’ ὧν ἔλεγεν, “ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν “ Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης.” καὶ “εἰ μὴ Κύριος Σαβαὼθ “ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἃν ἐγενήθημεν.” ὅρα δὲ ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ Θεοῦ χάριν, καὶ τὴν τῶν σωζομένων εὐγνωμοσύνην ἐμφαίνουσαν. τῷ μὲν γὰρ εἰπεῖν ἐκλογὴν, ἔδειξεν ἐκείνων τὴν δοκιμήν. τῷ δὲ εἰπεῖν “ χάριτος,” ἔδειξε τὴν τοῦ Θεοῦ δωρεάν.
Θεοδωρήτου. Ὥσπερ γάρ, φησιν, τότε ἀπὸ μυριάδων ἀπείρων
Γενναδίου. Καὶ ἅμα ἐκ τῆς γραφῆς ταύτης παρίστησι τὸ, κἂν τοῖς ἔμπροσθεν χρόνοις πολλοὺς ἐξ αὐτῶν ἀποδοκιμασθῆναι· τὸ μέντοι “ ἐν τῷ Ἠλίᾳ,” ἀντὶ τοῦ διὰ τοῦ Ἡλίου εἴρηται.
[*](a I. marg. a m. r. ὠμότερον.)