Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτῶν ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι’ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.

Χρυσοστόμου. Ἐπειδὴ μέγα ἐπηγγείλατο, φέρει καὶ μάρτυρα τὸν προφήτην. καὶ ὅτι μὲν πώρωσις γέγονεν, οὐ παράγει μαρτυρίαν. καὶ γὰρ δῆλον ἅπασιν ἦν. ὅτι δὲ πιστεύσουσι καὶ σωθήσονται, τὸν Ἡσαίαν πάλιν εἰσάγει βοῶντα. Βοῶντα. τὸ παράσημον τῆς σωτηρίας τιθεὶς, ἵνα μή τις εἰς τοὺς ἔμπροσθεν

419
χρόνους αὐτὸ ἑλκύσῃ, φησὶ, “ καὶ αὕτη αὐτῶν ἡ παρ’ ἐμοῦ δια- “ θήκη· ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.” οὐχ ὅταν περιτμηθῶσιν, οὐχ ὅταν θύσωσιν, οὐχ ὅταν τὰ ἄλλα νόμιμα ποιῶσιν, ἀλλ’ ὅταν ἁμαρτημάτων ἀφέσεως τύχωσιν. εἰ τοίνυν τοῦτο ἐπήγγελται, γέγονε δὲ ἐπ’ αὐτῶν οὐδέπω, οὐδὲ ἀπήλαυσαν τῆς διὰ τοῦ βαπτίσματος ἀφέσεως, πάντως ἔσται. διὸ καὶ ἐπήγαγεν, “ ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ καὶ οὐδὲ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται, ἀλλὰ καὶ τῷ ἤδη συμβεβηκότι καὶ ὅπερ ἐξ ἀκολουθίας συνέβη, τοῦτο ὡς προηγούμενον τίθησιν, οὕτω λέγων, “ κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι’ “ ὑμᾶς. κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.” ἵνα γὰρ μὴ φυσῆται ὁ ἐξ ἐθνῶν λέγων, ἐγὼ ἕστηκα, μή μοι λέγε, τί ἃν ἐγένετο· ἀλλὰ τι γέγονε· καὶ ἐντεῦθεν αὐτὸν καταστέλλει, λέγων, “ κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς.” ἐπειδὴ γὰρ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι. ἀλλ’ ὅμως ὁ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν ὑμῶν τὴν κλῆσιν; ἀλλὰ μένει πάντα, τοὺς ἐξ ἐθνῶν μέλλοντας πιστεύειν, εἰσελθεῖν· καὶ τότε ἐκεῖνοι ἥξουσιν. εἶτα χαρίζεται τινὰ αὐτοῖς καὶ ἑτέραν χάριν, λέγων, “ κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.” καὶ τί τοῦτο; ἔνθα μὲν οἱ ἐχθροὶ, ἡ κόλασις αὐτῶν· ἔνθα δὲ ἀγαπητοὶ, οὐδὲν πρὸς αὐτοὺς η τῶν προγόνων ἀρέτη, ἔαν μὴ πιστεύσωσιν. ἀλλ’ ὅμως, ὅπερ ἔφην, οὐ παύεται ῥήμασιν αὐτοὺς παραμυθούμενος, ἵνα ἐφελκύσηται.

Θεοδωρήτου. “ Καὶ αὕτη,” φησὶν, “ αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη. ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν·” εἰ ἡ κατὰ νόμον πολιτεία δωρεῖται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, αὐτὴν ὁ προφητικὸς προεθέσπισε λόγος. εἰ δὲ κολάζει μὲν ὁ νήιος τοὺς παραβαίνοντας· ἀεὶ δὲ παρανομίαν ἐνεκλήθησαν οἱ Ἰουδαῖοι, εὔδηλον ὡς τὴν διὰ τοῦ βαπτίσματος χορηγουμένην ἄφεσιν ὁ λόγος δηλοῖ· τὸ δὲ ἐχθροὶ δι’ ὑμᾶς, τοῦτό ἐστιν, ὅταν εἰς ὑμᾶς ἀποβλέψω, ὧν τὴν διδασκαλίαν ἐνεχειρίσθην, ἐχθροὺς ἐκείνους ὑπολαμβάνω καὶ δυσμενεῖς, πάντα εἰς ὑμετέραν βλάβην ἐργαζομένους. ὅταν δέ γε εἰς τοὺς προγόνους ἀπίδοι, καὶ λογίσωμαι ὡς ἐκείνους ἐξ ἁπάσης τῆς οἰκονομίας ἐξελέξατο, στέργω δι’ ἐκείνους καὶ τούτους· καὶ τοῦτο δὲ, καὶ τὸ, “ ἀμεταμέλητα τὰ χαρίσματα καὶ

420
“ ἡ κλῆσις τοῦ Θεοῦ,” εἰς προτροπὴν λέγει τῶν Ἰουδαίων. ὅτι γὰρ ἃ δίδωσιν ὁ Θεὸς ἀγαθὰ πάλιν λαμβάνει, ὅταν ἴδῃ τοὺς εἰληφότας ἀχαριστήσαντας, μάρτυς ὁ Σαοὺλ, πνευματικῆς χάριτος ἀπολαύσας, εἶτα ταύτης ἔρημος μετὰ ταῦτα γεγενημένος. καὶ Σολομῶν δὲ ὡσαύτως εἰρήνης ἀπολαύσας διὰ τὴν θείαν φιλοτιμίαν, μετὰ τὴν παράβασιν ἐγυμνώθη τῆς χάριτος. καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι προφητικῆς ἐπιμελείας διηνεκῶς ἀπολαύσαντες, ἐπὶ τοῦ παρόντος τῆς κηδεμονίας ταύτης ἐστέρηνται. τοῦτο καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκύσι πρὸ βραχέος ἠπείλησεν, “ ἐὰν ἐπιμείνῃς,” γάρ φησι, “ τῇ χρηστότητι. ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.”

Γενναδίου. Ἤ ταῦτα χαρίσματα ἀμεταμέλητα εἶναι λέγει, ἃ διὰ τοῦ προφήτου ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἰσραὴλ, εἰπὼν, ἤξει ἐκ Σιῶν ο ῥυόμενος, καὶ τὰ ἐξῆς. καὶ κλῆσιν τὴν δία του Κυρίου.

Κυρίλλου. Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, γεγόνασιν ἐχθροί. προσκεκρούκασι γὰρ διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. διὰ δὲ τὴν τῶν πατέρων εὐγένειαν, οἳ ἐτιμήθησαν ὡς ἅγιοι καὶ θεοφιλεῖς, λογισθεῖεν ἂν εἶναι δι’ ἐκείνους ἀγαπητοί. ὅμως ἐχθροὶ γεγόνασιν, ἵνα τεθῇ εἰς παραζήλωσιν τοῖς ἀπιστήσασιν.

Θεοδώρου Μονάχου. Ἤ καὶ οὕτως. ἐγὼ μὲν τοῦ εὐαγγελίου ἕνεκεν, ὅταν αὐτὸ διασύρειν βούλωνται, τὴν ὑμετέραν αἰτιώμενοι πρόσοδον, καὶ ταύτην ὡς οἴονται ἀφορμὴν εὔλογον προισχόμενοι, τοῦ μὴ πείθεσθαι τοῖς ἡμετέροις διδάγμασιν, ἐχθροὺς αὐτοὺς εἶναι νενόμικα· ἅτε δὴ πολεμίους τῆς πίστεως· τότε γὰρ οὐδενὸς ἀφίσταμαι τῶν, ὅσα πρὸς ἔλεγχον τῆς αὐτῶν κακίας εἰπεῖν προσήκει. διὰ δὲ τὴν πρὸς τοὺς πατέρας οἰκειότητα, οὕτως αὐτοὺς περὶ πολλοῦ ποιεῖσθαι ἐσπούδακα, ὡς μὴ δὲ πάσχειν ἤν τι δέῃ ὑπὲρ τῆς αὐτῶν σωτηρίας παραιτεῖσθαι. ὄιδα γὰρ ἀκριβῶς ὅτι ὁ Θεὸς οὐ μεταβληθεὶς ἐπὶ τῇ τῶν προγόνων ἐκλογῇ τούτους ἀπεποιήσατο· αὐτοὶ δὲ γνώμης μοχθηρίᾳ τῆς ἀπὸ τοῦ Θεοῦ ἀλλοτριώσεως, αὐτοῖς γεγόνασι πρόξενοι.