Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Οἰκουμενίου. Ἐπειδὴ γὰρ ἐναπομεμενήκασι τῇ ἀπιστίᾳ, καὶ διὰ τοῦτο οὐκ εἰσὶν ἀγαπητοὶ, ἀσφαλῶς λαλῶν φησὶ, διὰ τοὺς πατέρας· ὡσεὶ εἶπεν, εἰ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοὶ,
Σευηριανοῦ. Πλὴν ἐλλιπῶς εἴρηται. διὸ καὶ ἀσύνδετόν ἐστιν. οὕτως οὖν θέλει, ὥστε ἐκ τῆς πρὸς ὑμᾶς συγκρίσεως ἐχθροὶ τοῦ Θεοῦ ἐλέγχονται εἶναι οἱ ἐξ ἐθνῶν ἐπιστεύσατε. οἱ δὲ ὀφείλοντες πρὸ πάντων πιστεῦσαι, ἐπωρώθησαν τὴν καρδίαν. καὶ κατὰ μὲν τοῦτον τὸν λόγον, ἐχθροὶ εἰσὶ τοῦ Θεοῦ· ἀγαπητοὶ δὲ διὰ τοὺς πατέρας· ὧν εἰς τιμὴν φιλανθρωπεύσεται πρὸς τοὺς ἀπογόνους αὐτῶν. καὶ ἀγαπητοὺς ἡγήσεται, πιστεύσαντας, καὶ πολιτείαν ἐνδειξαμένους δυναμένην σῶσαι.
Φωτίου. Ζητήσειε δ’ ἄν τις, εἰ ἐχθροὶ γεγόνασιν Ἰουδαῖοι, διὰ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, πῶς ἀνωτέρω ἔλεγεν, “ ἐφ’ ὅσον “ εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν διακονίαν μου δοξάζω.” διατὶ; “ εἴπως παραζηλώσω μου τὴν σάρκα.” εἰ γὰρ διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦσι, καὶ μιμοῦνται οἱ Ἰουδαῖοι, καὶ πιστοὶ γίνονται, πῶς δι’ αὐτοὺς ἐχθροὶ γίνονται πάλιν τῆς πίστεως καὶ τοῦ εὐαγγελίου; ἀλλὰ πρῶτον φαμὲν, ὅτι οὐκ ἔφη διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦν καὶ μιμεῖσθαι τοὺς Ἰουδαίους. ἀλλὰ διὰ τοῦ δοξάζεσθαι αὐτοὺς διὰ τοῦ ἐπαινεῖσθαι. ἡ γὰρ δόξα καὶ ὁ ἔπαινος ὁ εἰς τοὺς ἐξ ἐθνῶν ἀνατρέχων, ἐρεθίσει αὐτοὺς καὶ εἰς ζῆλον καὶ μίμησιν. ὥστε οὐκ ἐναντία ἐστὶν ἀλλήλων τὰ εἰρημένα. δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀπόφασιν ἔφη παραζηλώσουσιν οἱ Ἰουδαῖοι, ἀλλ’ ἀμφιβόλως καὶ διστάζων. “ εἴ πως,” γάρ φησι, “ παραζηλώσω μου τὴν σάρκα.” οἷον, ἴσως, τάχα, ὥστε εἰ καὶ διὰ τῆς αὐτῶν πίστεως, οὐχὶ δὲ διὰ τῆς δόξης καὶ τῶν ἐπαίνων. ἔλεγε παραζηλοῦν τοὺς Ἰουδαίους, οὐδ’ οὕτως ἐμάχετο ἑαυτῷ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν, ἐχθροὶ δι’ ὑμᾶς, τῶν Ἰουδαίων τὴν ἀπιστίαν λέγει, καὶ τὴν αἰτίαν δι’ ἣν σφοδρότερον ἀπεχθάνονται τῇ πίστει. διὰ δὲ τοῦ, “ εἴ πὼς παραζηλώσω τὴν σάρκα, τὴν ἰδίαν ενδεικνυται σπουδὴν, ἣν εἶχεν εἰς τὸ σῶσαι τοὺς ἐξ Ἰουδαίων. καὶ χωρὶς δὲ τῶν εἰρημένων, οὐδ’ οὕτως ἐμάχετο τὰ λεχθέντα, κἂν ἄμφω ἀποφαντικῶς εἴρητο. καὶ γὰρ οὐδὲν ἐκώλυε τινὰς μὲν τῶν πεπιστευκότων, ἀνερεθισθέντας τῇ πίστει τῶν ἐθνῶν, παραζηλῶσαι καὶ πιστεῦσαι. καὶ τῶν μὴ πεπιστευκότων πάλιν πολλοὺς, μίσει τῷ πρὸς τοὺς ἐξ ἐθνῶν, σκληροτέρους καὶ ἀπιστοτέρους καὶ ἀπειθε-
Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ Θεῷ, νυνὶ δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλεέι, ἵνα καὶ αὐτοὶ δῆτα ἐλεηθῶσι. συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους. εἶτα ἐπειδὴ οὐκ ἠθέλησαν ἐπακοῦσαι, τοὺς Ἰουδαίους ἐκλεγέντας, καὶ τὸ αὐτὸ πάλιν συμβὰν μετὰ ταῦτα. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι, πάλιν προσήχθη τὰ ἔθνη. ἀλλ’ οὐ μέχρι τούτου ἵσταται, οὐδὲ εἰς τὴν ἐκβολὴν αὐτῶν καταστρέφει τὸ πᾶν, ἀλλ’ εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν. ὅρα πόσον τοῖς τοῖς ἐξ ἐθνῶν, ὅσον ἔμπροσθεν Ἰουδαίοις. ἐπειδὴ γὰρ ὑμεῖς ἠπειθήσατε, φησὶ, οἱ ἐξ ἐθνῶν τότε, προσῆλθον οἱ Ἰουδαῖοι. πάλιν ἐπειδὴ οὗτοι ἠπείθησαν, προσήλθετε ὑμεῖς. “ συν- “ ἔκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν.” τουτέστιν, ἤλεγξεν, ἐπέδειξεν ἀπειθοῦντας. οὐχ ἵνα μείνωσιν ἀπειθοῦντες, ἀλλ’ ἵνα τοὺς ἑτέρους διὰ τῆς ἑτέρων σώσῃ φιλονεικίας. τούτους, δι’ ἐκείνων, καὶ ἐκείνους διὰ τούτων. σκόπει δή. ἠπειθήσατε ὑμεῖς, καὶ οὗτοι ἐσώθησαν. πάλιν οὗτοι ἠπείθησαν, καὶ ὑμεῖς ἐσώθητε. οὐ μὴν οὕτως ἐσώθητε, ὡς πάλιν ἐξελθεῖν καθάπερ οἱ Ἰουδαῖοι· ἀλλ’ ὥστε αὐτοὺς ἐπισπάσασθαι τῶ ζήλω.
Θεοδώρου Μονάχου. Ἤ καὶ οὕτως. ἐγὼ μὲν τοῦ εὐαγγελίου ἕνεκεν, ὅταν αὐτὸ διασύρειν βούλωνται, τὴν ὑμετέραν αἰτιώμενοι πρόσοδον, καὶ ταύτην ὡς οἴονται ἀφορμὴν εὔλογον προισχόμενοι, τοῦ μὴ πείθεσθαι τοῖς ἡμετέροις διδάγμασιν, ἐχθροὺς αὐτοὺς εἶναι νενόμικα· ἅτε δὴ πολεμίους τῆς πίστεως· τότε γὰρ οὐδενὸς ἀφίσταμαι τῶν, ὅσα πρὸς ἔλεγχον τῆς αὐτῶν κακίας εἰπεῖν προσήκει. διὰ δὲ τὴν πρὸς τοὺς πατέρας οἰκειότητα, οὕτως αὐτοὺς περὶ πολλοῦ ποιεῖσθαι ἐσπούδακα, ὡς μὴ δὲ πάσχειν ἤν τι δέῃ ὑπὲρ τῆς αὐτῶν σωτηρίας παραιτεῖσθαι. ὄιδα γὰρ ἀκριβῶς ὅτι ὁ Θεὸς οὐ μεταβληθεὶς ἐπὶ τῇ τῶν προγόνων ἐκλογῇ τούτους ἀπεποιήσατο· αὐτοὶ δὲ γνώμης μοχθηρίᾳ τῆς ἀπὸ τοῦ Θεοῦ ἀλλοτριώσεως, αὐτοῖς γεγόνασι πρόξενοι.