Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται.

Χρυσοστόμου. Σκόπει τὸ τοῦ Παύλου ἀνεπαχθὲς. εἰπὼν γὰρ ὅτι “ καὶ σὺ ἐκκοπήσῃ, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει.” καὶ, “ οὗτοι “ ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ. μεγάλας τοῖς Ἰουδαίοις ὑποφαίνων ἐλπίδας, εἰ βουληθεῖεν. “ μυστήριον” δὲ ἐνταῦθα, τὸ ἀγνοούμενον λέγει, τὸ ἀπόρρητον. καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον. τί οὖν ἐστι τὸ μυστήριον τοῦτο; “ ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ “ γέγονεν.” ἐνταῦθα πάλιν πλήττειν τὸν Ἰουδαῖον δοκῶν, καταστέλλει τὸν ἐξ ἐθνῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλ’ ἐκ μέρους.

Θεοδωρήτου. “ Μυστήριον” μὲν οὖν ἐστι τὸ μὴ πᾶσι γνώριμον, ἀλλὰ μόνοις τοῖς θαρρουμένοις. λέγει δὲ ὅτι βούλομαι ὑμᾶς μαθεῖν, ὅπερ οἴδαμεν περὶ τῶν προκειμένων μυστήριον. ἵνα μὴ σφόδρα ἡγούμενοι ἑαυτοὺς συνετοὺς, ὑψηλὸν ἐντεῦθεν δέξησθε φρόνημα. τὸ δὲ μυστήριον ἐστὶν, “ ὅτι πώρωσις ἀπὸ μέρους γέγονε

417
τῷ Ἰσραὴλ. ἀπὸ μέρους· οὐ γὰρ πάντες ἠπίστησαν, ἀλλὰ πολλοὶ καὶ ἐξ ἐκείνων ἐπίστευσαν. παρεγγυᾷ δὲ μὴ δὲ τῶν ἄλλων ἀπαγορεῦσαι τὴν σωτηρίαν. τῶν γὰρ ἐθνῶν δεξαμένων τὸ κήρυγμα, πιστεύσουσι κἀκεῖνοι, Ἠλία τοῦ πάνυ παραγινομένου, καὶ τῆς πίστεως αὐτοῖς τὴν διδασκαλίαν προσφέροντος· τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη, “ Ἠλίας ἔρχεται, καὶ “ ἀποκαταστήσει πάντα.” πάντα δὲ, Ἰσραὴλ κἀκεῖ, τοὺς πιστεύοντας, εἴτε ἐξ Ἰουδαίων εἶεν, τὴν φυσικὴν συγγένειαν πρὸς τὸν Ἰσραὴλ ἔχοντες, εἴτε ἐξ ἐθνῶν κατὰ τὴν τῆς πίστεως συγγένειαν αὐτῷ συναπτόμενοι.