Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Γενναδίου. Κἀνταῦθα δὲ τὸ “ ἵνα” συνήθως σημαίνει τὸ ἀποβάν. ἐρεῖς γὰρ μεγαλαυχούμενος, ὅτι ἐκκοπέντων ἐκείνων ἐνεκεντρίσθην ἐγώ. οὐκοῦν προσκατανοῶν καὶ τὸ αἴτιον τῆστε ἐκείνων ἐκτρίψεως, καὶ τῆς σῆς ἀναστάσεως, σωφρονίζων δέδιθι.
Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δέ σε, χρηστότητα, ἐὰν μὴ e ἐπιμείνῃς τῆ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. καὶ ἐκεῖνοι δὲ ἐὰν μὴ ἐπιμείνωσι τῆ ἀπιστίᾳ, ἐγκεντρισθήσονται.
Θεοδωρήτου. Κἀκείνους γὰρ ἡ ἀπιστία τῆς ῥίζης ἀλλοτρίους ἀπέφηνε. καὶ σὲ ἡ πίστις συνῆψε τῇ ῥίζῃ, καὶ τῆς ταύτης πιότητος μεταλαχεῖν παρεσκεύασε· προσήκει σε τοίνυν μὴ μέγαφρονεῖν, ἀλλὰ δεδιέναι καὶ τρέμειν. διατὶ; εἰ γὰρ ἐκείνους οὐδὲν ὤνησεν ἡ τῆς φύσεως οἰκειότης, ἐπειδὴ τοιαύτην ἔσχον προαίρεσιν, πολλῷ μᾶλλον σὺ μὴ φυλάξας τὴν χάριν, γενήσῃ τῆς ῥίζης ἀλλότριος.