Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
Χρυσοστόμου. Αἰσθόμενος ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαμβάνει. ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν. εἴγε ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ, ἐκ κατορθωμάτων ἑτέρων ὠφελήθησαν. εἰ δὲ τὸ ἐξ ἀνάγκης συμβὰν τοῦτο ἐκείνων εἶναι λέγει, μὴ θαυμάσῃς. ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εlπον, καταστείλῃ, κἀκείνους προτρέψηται, οὕτω σχη- ματίζει τὸν λόγον· ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ καὶ μυριάκις ἀπε- βλήθησαν Ιουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἃν ἐσώθησάν ποτε. ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. ὁρ́α δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥημάτων αὐτὸν παραμυθούμενον μόνων. εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶν, καταλ-
Φεοδωρήτου. Ἀλλ’ ὁ θεῖος Ἀπόστολος, οἰκονομικῶς κατασκευάζων τὸν λόγον, καὶ τούς τε ἐξ ἐθνῶν πεπιστευκότας μετριοφρονεῖν ἐκπαιδεύων, καὶ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων χεῖρα ὀρέγων, καὶ τὴν ἐκ τῆς μεταμελείας ὑποδεικνὺς σωτηρίαν, οὕτω φησὶ, ὡς εἰ τούτων ἀπιστησάντων προσελήφθη τὰ ἔθνη, καὶ τῆς προτέρας ἀγνοίας ἠλευθερώθη, δῆλον ὡς εἰ πάντες οὗτοι πιστεῦσαι θελήσαιεν, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ τὸ γενέσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν. τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη, “ κηρυχθήσεται τὸ “ εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον “ αὐτοῖς. καὶ τότε ἥξει τὸ τέλος.”
Κυρίλλου. Ἐπειδὴ οὖν ἐκ πίστεως ἢ τρόπων οὐκ ἦν ἐπαινέσαι τὸν Ἰσραὴλ, ἐπὶ τοὺς τῆς οἰκονομίας κεχώρηκε λόγους. καὶ τὴν ἐκείνων ἀπιστίαν πρόξενον τῷ κόσμῳ γεγενῆσθαι φησὶν τῆς πρὸς Θεὸν οἰκειότητος· καὶ πειρᾶται λέγειν ὅτι δι’ ὣν προσκεκρούκασι, τάχα που κα εὐεργέται του κόσμου γεγόνασι· καὶ οἱονεὶ πεσόντας καὶ χαμαὶ κειμένους τοὺς Ἰουδαίους στεφανοῖ. ζωὴν γὰρ εἶναι φησὶ ἐκ νεκρῶν τὴν πρόσληψιν αὐτῶν. εἴγε ἐστὶν ἀψευδὲς, ὡς γέγονεν ἡ ἀποβολὴ αὐτῶν, κόσμου καταλλαγή.
Οἰκουμενίου. Ἣ τοῦτο φησὶ, τις ἔσται ἡ πρόσληψις αὐτῶν· εἰ μὴ ἵνα εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις, ζωοποιεῖ ὁ προσλαμβάνων Θεός;
Φωτίου. Ἰστέον γε μὴν, ὅτι τὸ, “ εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν,” ἣ ἐπανάληψις ἐστὶ, τοῦ. εἰ δὲ τὸ παράπτωμα αὐτῶν. ὡς καὶ προείρηται, ἢ αἰτία τῆς σπουδῆς Παύλου τῆς περὶ τὸ σωθῆναι αὐτούς. ὡς ἂν εἰ τις ἔλεγε, τί σπεύδεις, Παῦλε, ὑπὲρ τῶν Ἰου-
Θεοδωρήτου. ’ σάρκα αὐτοῦ τοὺς Ἰουδαίους λέγει, ὡς κατὰ μὲν τὸ φρόνημα ἀλλοτρίους ὄντας, μόνης δὲ αὐτῷ κοινωνοῦντας τῆς συγγενείας. τοῖς δὲ ἐξ ἐθνῶν πεπιστευκόσιν, ἐντεῦθεν προσ- φέρει παραίνεσιν, μετρίῳ κεχρῆσθαι φρονήματι. δύο κατὰ ταὐτὸν μηχανώμενος. καὶ τούτων τὴν ὀφρῦν καταστέλλων, καὶ δεδιέναι παρασκευάζων· καὶ Ἰουδαίους εἰς τὴν τῆς πατρῴας κληρονομίας κοινωνίαν προτρέπων. ἐπειδή με γάρ, φησι, τῶν ἐθνῶν ὁ Θεὸς προὔβαλε κήρυκα, ἀναγκαίως τὴν σωτηρίαν τῶν ἐθνῶν πραγμα- τεύομαι, καὶ τοὺς ὑπὲρ τούτων ποιοῦμαι λόγους. καὶ τοὺς θείους προφήτας ἄνωθεν ταῦτα δείκνυμι προθεσπίσαντας· ἵνα ταύτῃ γοῦν Ἰουδαίους εἰς ζῆλον ἐρεθίσω, καί τινας ἐξ αὐτῶν μεταλαχεῖν πα.. ρασκευασω τῆς σωτηρίας.